Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.18
Not analysed yet
Ἀλλ' ἴσως ἐρεῖ τις· «Ναὶ μὲν δὴ πρεσβύτερα τὰ Μωσέως καὶ τῶν παρ' Ἕλλησι σοφῶν· οὐ μὴν ἔτι καὶ ἀληθὲς εἰπεῖν ὡς τῆς ἐνούσης αὐτῷ σοφίας παρακλέψαντες ἤγουν μεταποιηθέντες ὅλως ἁλοῖεν ἄν.» Οὐκοῦν εἰ μὴ πολὺ τὸ εἰκὸς ὁ πρὸς ἡμῶν ἔχει λόγος δοκιμαζέτωσαν οἱ φιλακροάμονες. Οἱ μὲν παρ' ἐκείνοις ἱστοριογράφοι, πᾶσαν ὡς ἔπος εἰπεῖν περινοστοῦντες τὴν γῆν, ἀεί τι μανθάνειν ἤθελον ἵνα δοκοῖεν εἰδέναι τὰ πολλά· τὸ γάρ τοι τῶν γεγονότων ἀποσιγῆσαι μηδὲν κόσμημα τῆς ἑαυτῶν ἐποιοῦντο συγγραφῆς. Εἶτα πῶς οἵ γε τοιοῦτοι καὶ χρηστομαθεῖν εἰωθότες κατημέλησαν ἂν τοῦ χρῆναι διαμαθεῖν ἱστορίας οὕτω σεμνάς, δογμάτων τε καὶ νόμων ἀρχαιοπρεπεστάτων ἀκριβῆ διασάφησιν; Καίτοι Πυθαγόρας ὁ ἐκ Σάμου καὶ Θαλῆς ὁ Μιλήσιος οὐκ εὐαρίθμητον ἐν Αἰγύπτῳ διατετριφότες καιρόν, συλλεξάμενοί τε τὰ ἐκεῖθεν καὶ μαθημάτων ἄθροισιν ἣν ἐσχηκέναι λέγονται συναγηγερκότες, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομίζοντο. Καὶ μὴν καὶ αὐτὸς ὁ Ἀρίστωνος Πλάτων ἐν τῷ ‘Τιμαίῳ’ φησὶ Σόλωνα τὸν Ἀθήνηθεν ἀφικέσθαι μὲν εἰς τὴν Αἰγυπτίων, πυθέσθαι δέ τινος τῶν αὐτόθι ψευδοπροφητῶν, ἤγουν ἱερέων, λέγοντος· «Ὦ Σόλων, Σόλων, Ἕλληνές ἐστε παῖδες ἀεί, γέρων δὲ Ἕλλην οὐκ ἔστι, νέοι τε τὰς ψυχὰς πάντες. Οὐδεμίαν γὰρ ἐν ἑαυτοῖς ἔχετε παλαιὰν δόξαν, οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν· ἀλλ' ὑμᾶς λέληθε διὰ τὸ ἐπὶ πολλὰς γενεὰς γράμμασι τελευτᾶν ἀφώνους.»