# Contra Julianum (lib. 1-2) 1.19

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.19

Ἀλλ', οἶμαι, καὶ διὰ τούτων κατίδοι τις ἂν ἀρχαιοπρεπῆ τὰ Χριστιανῶν· οὔπω μὲν γὰρ γραμμάτων ἐπιστήμη παρὰ τοῖς Ἕλλησιν ἦν, Κάδμου μόλις αὐτὰ διακομίσαντος ἐκ Φοινίκης αὐτοῖς, πλὴν ὅτι τὰ Μωσέως ἐγέγραπτο· Σόλων δὲ ὁ τῶν Ἀθήνησι νόμων εὑρετὴς καὶ μὴν καὶ αὐτὸς ὁ Πλάτων, ἐν Αἰγύπτῳ γεγονότες ὑπὲρ τοῦ τι πλέον τῶν ἁπάντων εἰδέναι δοκεῖν, πάντως που καὶ αὐτὰ τεθαυμάκασιν τὰ Μωσέως. Ὅτι δὲ τοῖς Ἑλλήνων ἱστοριογράφοις γνωριμώτατος ἦν Μωσῆς ἐξ αὐτῶν ὧν γεγράφασιν ἔνεστιν ἰδεῖν. Πολέμων τε γὰρ ἐν τῇ πρώτῃ τῶν ‘Ἑλληνικῶν ἱστοριῶν’ διεμνημόνευσεν αὐτοῦ, καὶ Πτολεμαῖος δὲ ὁ Μενδήσιος καὶ μὴν καὶ Ἑλλάνικος καὶ Φιλόχορος Κάστωρ τε καὶ ἕτεροι πρὸς τούτοις. Διόδωρος δὲ πολυπραγμονήσας τὰ Αἰγυπτίων ἀκηοέναι φησὶ παρὰ τῶν αὐτόθι σοφῶν περὶ αὐτοῦ, γέγραφε δὲ ἐπὶ λέξεως οὕτως· «Μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατ' Αἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην γενέσθαι ἐπὶ θεῶν καὶ ἡρώων, πεῖσαί φασιν ἐγγράφοις νόμοις πρῶτον χρήσασθαι τὰ πλήθη ἄνδρα καὶ τῇ ψυχῇ μέγαν καὶ τῷ βίῳ καινότατον τῶν μνημονευομένων παρὰ τοῖς Ἰουδαίοις, Μωσῆν, τὸν καλούμενον θεόν.» Ἐπειδὴ γὰρ ἁπάσης ἀρετῆς ἔμπλεω γεγονότα κατεθεῶντο Μωσέα, καὶ θεὸν ὠνόμαζον αὐτόν, τιμῶντες, οἶμαί που, τῶν ἐν Αἰγύπτῳ τινές, ἢ τάχα που μεμαθηκότες τὸ πρὸς αὐτὸν εἰρημένον παρὰ τοῦ ἐπὶ πάντας Θεοῦ· «Ἰδοὺ δέδωκά σε θεὸν Φαραώ.»

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
