# Contra Julianum (lib. 1-2) 1.24

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.24

Οὐκοῦν τὸ ὕψος οὐκ αἰσθητόν, οὔτε μὴν ἐν τόπῳ νοούμενον, οὔτε ὁποῖον ἄν τις κατὰ σῶμα λάβοι, ἀλλ' ἐν τῷ τοῖς πᾶσιν ἐφεστάναι θεοπρεπῶς, πεποιῆσθαι δὲ παρ' αὐτοῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καὶ αὐτὸ δὲ τὸ στερέωμα καὶ μέντοι τὴν γῆν—αὐτὸ δέ φημι τὸ στοιχεῖον. Εἰ δὲ πάντα γέγονε παρ' αὐτοῦ, πάντως που καὶ ἕτερος παρὰ πάντα ἐστίν, ἕτερος δὲ κατὰ φύσιν, ἐπεὶ μήτε γενητός, μήτε μὴν ἐξ οὐκ ὄντων ἐστίν, ἀγένητος δὲ μᾶλλον καὶ ἀΐδιος καὶ χρόνου παντὸς πρεσβύτατος καὶ τῶν ὅλων ἀρχή. Θεὸν μὲν οὖν ἕνα, καθάπερ ἔφην ἀρτίως, ᾔδει τε ὄντα σαφῶς ὁ θεσπέσιος Ἀβραάμ, αὐτῷ τε καὶ μόνῳ τὴν καθαρὰν καὶ ἀβέβηλον ἐποιεῖτο λατρείαν. Ἐπειδὴ δὲ ὁ καιρὸς εἰς ἐπίδοσιν αὐτῷ τῶν ὀρθῶς ἐγνωσμένων ἠκόνησε τὴν διάνοιαν, τότε δή, τότε τοὺς περὶ τῆς θεότητος λόγους ἰσχνότερον ἐπαιδεύετο· οὐ γάρ τοι μόνον ὡς εἷς μὲν ἔστι Θεός, ἕτερος δὲ παρ' αὐτὸν οὐδεὶς διεμάνθανεν, ἀλλ' ὅτι καὶ ἐν ἁγίᾳ καὶ ὁμοουσίῳ νοεῖται Τριάδι τὸ τῆς μιᾶς τε καὶ ἀκηράτου φύσεως πλήρωμα ὡς ἐν τύποις ἔτι, μονονουχὶ δὲ καὶ αἰσθητῶς, ἐδιδάσκετο. Διὰ ποίαν αἰτίαν; Ὅτι τοῖς ἄρτι κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας, καὶ οὐκ ἐντριβῆ τοῖς ἐπ' αὐτῇ θεωρήμασι τὴν διάνοιαν ἔχουσιν, ἀπρόσιτόν πως εἶναι δοκεῖ καί ἐστιν ἀληθῶς τὸ φῶς τῆς θεοπτίας. Δεῖται γὰρ ἡ τοιάδε γνῶσις βεβηκότος τε νοῦ καὶ γεγυμνασμένου καὶ ὀξὺ βλέπειν εἰδότος, καὶ προσέτι τούτοις προεισοικισαμένου τὴν πίστιν· κρηπὶς γὰρ αὕτη καὶ ἀκατάσειστος ὑποβάθρα τῶν περὶ τῆς θεότητος λόγων. Καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ προφήτης Ἠσαΐας· «Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε.»

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
