# Contra Julianum (lib. 1-2) 1.28

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.28

Καὶ ταυτὶ μὲν ἀπόχρη περὶ αὐτῶν· χρῆναι δέ φημι καὶ αὐτῷ λοιπὸν ἐπαφεῖναι τὸν λόγον τῷ θεσπεσίῳ Μωσεῖ. Ἕνα γὰρ καὶ αὐτὸς τὸν φύσει τε καὶ ἀληθῶς διακηρύττει Θεόν, οὐκ ἠγνοηκὼς τὸν δι' οὗ τὰ πάντα παρῆκται πρὸς γένεσιν, τὸν ζῶντά τέ φημι καὶ ἐνυπόστατον Λόγον αὐτοῦ καὶ τὸ ἐν Θεῷ τε καὶ ἐξ αὐτοῦ Πνεῦμα ζῳοοποιόν, τὸ δι' Υἱοῦ τῇ κτίσει πεμπόμενον· Ἔφη γὰρ ὅτι· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», κεφαλαιωδέστερον δὲ καὶ ὡς ἐν βραχεῖ τῷ λόγῳ τούτῳ γενεσιουργὸν τῶν ὅλων ἀποφήνας αὐτόν, ἐπεξεργάζεται τὸ διήγημα, καὶ δέδειχεν ὅτι διὰ ζῶντος Λόγου τοῦ κρατοῦντος πάντων Θεοῦ παρήχθη πρὸς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ, ζωογονεῖται δὲ καὶ ἐν Πνεύματι. «Εἶπε γάρ, φησίν, ὁ Θεός· ‘Γενηθήτω φῶς’, καὶ ἐγένετο φῶς· ‘Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος’, καὶ ἐγένετο οὕτως»· καὶ ἐφ' ἑκάστου τῶν γεγονότων κατίδοι τις ἂν λέγοντα μὲν τὸν Πατέρα ‘Γενηθήτω τόδε τι τυχὸν ἢ τόδε’, παρακομίζοντα δὲ διὰ τοῦ Λόγου πρὸς γένεσιν ὅπερ ἂν βούληται μελλησμοῦ δίχα παντός· «ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής», κἂν εἰ κατανεύσειε μόνον, ἔστι τὸ δοκοῦν. Ἔφη δὲ ὅτι· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»· οὐκοῦν διαμνημονεύει καὶ μάλα σαφῶς Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ κατὰ τρόπους δὲ ἑτέρους ἐν ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι τὴν μίαν καὶ φύσει καὶ ἀληθῶς διακηρύττει θεότητα. Ὅτε γὰρ δὴ Σοδομίταις ἀφόρητα πεπλημμεληκόσιν ἐπηφίει τὸ πῦρ, «ἔβρεξε, φησίν, ἐπὶ Σόδομα πῦρ καὶ θεῖον Κύριος παρὰ Κυρίου».

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
