# Contra Julianum (lib. 1-2) 1.29

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.29

Ἀλλὰ γὰρ κἀκεῖνο εἰς μέσον παρενεγκεῖν οἶμαί που, φαίην ἂν ἔγωγε, τῶν ὅτι μάλιστα λυσιτελεστάτων τοῖς ἐντευξομένοις. Γέγραπται γὰρ ὡδὶ περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· «Καὶ εἶπεν ὁ Θεός· ‘Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν’», εἶτα μετὰ βραχέα· «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Εἰκὼν γάρ ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, πρὸς ὃν καὶ ἡμεῖς μεμορφώμεθα νοητῶς, καὶ τοῦτο ἐξαίρετον ἡ ἀνθρώπου φύσις πεπλούτηκε· ἐναστράπτει γὰρ αὐτῇ τὸ κάλλος τοῦ δημιουργήσαντος. Εἶτα τί φαῖεν ἂν οἱ τοῖς πρὸς ἡμῶν ἀντανιστάμενοι λόγοις, καὶ ὑποπλαττόμενοι μὲν τὴν εὐσέβειαν διά γε τοῦ συνομολογεῖν ὡς εἴη Θεὸς εἷς καὶ μόνος, οὐ μὴν ὅτι καὶ γεγέννηκεν ἐξ ἑαυτοῦ τὸν Υἱόν; Πρὸς τίνας ἔφη ὁ Θεὸς· «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν»; Ἆρ' οὐχὶ καταλογιεῖταί τις ὡς αὐτὴ πρὸς ἑαυτὴν ἡ ἁγία τε καὶ ὁμοούσιος Τριὰς τοὺς περὶ τούτων λόγους ποιεῖται, οἷον οὐκ ἀκατάσκεπτον τὴν τοῦ ἀνθρώπου κατασκευὴν γενέσθαι παρὰ Θεῷ καταδεῖξαι θελήσαντος τοῦ πανσόφου Μωσέως, μονονουχὶ δὲ καὶ προβουλίοις τετιμημένην; Σκέψεως μὲν γὰρ ἢ ἐνδοιασμοῦ καὶ ἐρεύνης τῆς ἐφ' ὁτῳοῦν οὐκ ἂν ὁ θεῖος καὶ ἀκήρατος δεηθείη νοῦς· ἅμα γάρ τι βεβούληται καὶ τοῦτό ἐστιν ὀρθῶς καὶ ἀδιαβλήτως ἔχον. Τετίμηται δέ, ὡς ἔφην, καὶ οἷόν τισι προβουλίοις ἡ ἀνθρώπου φύσις.

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
