# Contra Julianum (lib. 1-2) 1.30

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.30

Ἀλλὰ γὰρ μηδὲ τοὺς τῶν ἀθέων ἀποσιγήσωμεν λόγους. Φαῖεν γὰρ ἂν ἴσως πρὸς ταῦτα εὐθύς· «Οὐ γάρ, ὥσπερ αὐτὸς οἴει καὶ φρονεῖν ἀξιοῖς, τῷ ἰδίῳ Λόγῳ καὶ τῷ Πνεύματι λελάληκεν ὁ Πατήρ, ἀλλὰ τοῖς μεθ' ἑαυτοῦ δευτέροις καὶ ἐν μείοσιν οὖσι θεοῖς.» Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι καὶ τοῖς τὰ Ἑλλήνων φιλοσοφεῖν εἰωθόσιν ἕνα μὲν ἐδόκει Θεὸν εἶναι συνομολογεῖν τὸν τῶν ὅλων δημιουργὸν καὶ πάντων ἐπέκεινα κατὰ φύσιν, πεποιῆσθαι δὲ παρ' αὐτοῦ καὶ παρῆχθαι πρὸς γένεσιν ἑτέρους τινὰς θεούς, καθά φασιν αὐτοί, νοητούς τε καὶ αἰσθητούς; Καὶ γοῦν ἐναργέστατά φησιν ὁ Πλάτων· «Ἔστιν οὖν κατ' ἐμὴν δόξαν διαιρετέον πρῶτον τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον, ὂν δὲ οὐδέποτε. Τὸ μὲν οὖν γνώσει μετὰ λόγου περιληπτόν, ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ αὖ δόξῃ μετ' αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὂν δὲ οὐδέποτε.» ‘Ὂν μὲν γὰρ ἀεί, γένεσιν δὲ οὐκ ἔχον’ τὴν ὑπερτάτην καὶ τοῦ πεποιῆσθαι κρείττονα κατονομάζει φύσιν, φημὶ δὲ δὴ τὸν τῶν ὅλων καὶ ἀληθῶς ὄντα Θεόν· οὕτω γάρ που καὶ αὐτός φησι πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἐγώ εἰμι ὁ ὤν.» Τὸ δὲ ‘γινόμενον, ὂν δὲ οὐδέποτε’, τὸ ἐκ τοῦ μὴ ὄντος παρενεχθὲν εἰς ὕπαρξιν ἀρρήτῳ τινὶ καὶ ἀπερινοήτῳ δυνάμει τοῦ τόδε τὸ σύμπαν τεχνουργήσαντος Θεοῦ. Ἄραρεν οὖν ὅτι καί μοι λίαν δέδεικται σαφῶς, οὐκ ἐκ μόνων τῶν παρ' ἡμῖν ἱερῶν Γραμμάτων ἀλλὰ καὶ δι' ὧν αὐτοὶ καὶ φρονεῖν καὶ λέγειν ἐγνώκασιν, ὅτι πάντα παρήχθη παρὰ Θεοῦ πρὸς τὸ εἶναι, καὶ ἀσυμφυᾶ τοῖς γεγονόσιν αὐτὸς τὴν φύσιν ἀπεκληρώσατο. Ὑποκάθηται γὰρ καὶ ἔστι που πάντως ἐν μείοσι φυσικῶς τοῦ ποιοῦντος τὸ ποιηθέν.

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
