# Contra Julianum (lib. 1-2) 1.31

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.31

Ἔχοντος δὲ οὕτως ἡμῖν τοῦ περὶ τούτων λόγου, τί δὴ ἄρα φασὶν οἱ θεοῖς ἑτέροις ὑποτοπήσαντες τὸν τῶν ὅλων φάναι Θεόν· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν»; Εἰ μὲν γὰρ ὡς πρὸς τὴν τῶν κτισμάτων εἰκόνα τὸ λογικὸν ἐπὶ γῆς ζῷον ἠθέλησε πλαστουργεῖν, τί τὸ οἰκεῖον αὐτοῖς συνεισκομίζει πρόσωπον, ‘ποιήσωμεν’ λέγων καὶ ‘κατ' εἰκόνα ἡμετέραν’; Εἰ δὲ δὴ πρὸς τὸ ἑαυτοῦ καὶ μόνου θεοπρεπέστατον κάλλος διαμορφοῦσθαι δεῖν ἐδοκίμαζε, τί συνεισδέχεται τὴν ἑτέρων μίμησιν, ἤτοι τὸ εἶδος, ἢ ὅπωσπερ ἄν τις τὰ περὶ τούτων εὖ λέγοι; Οὐ γὰρ ἐν ταὐτότητι φύσεως καὶ ὑπεροχῆς καὶ ἀξίας καταλογισθεῖεν ἂν δημιουργός τε καὶ κτίσις, γενετὴ καὶ ἀγένητος φύσις, ἄφθαρτος καὶ ὑπὸ φθοράν, εἴπερ ἔστιν οὐ διεψευσμένως εἰπεῖν ὅτι πάντη καὶ πάντως τὸ ἐν γενέσει νοούμενον ὑποκέοιτο ἂν καὶ τῷ καταφθείρεσθαι δεῖν.

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
