# Contra Julianum (lib. 1-2) 1.36

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.36

Ὅμηρον δὲ τῶν ποιητῶν ἄριστον φαίη ἄν, οἶμαι, τὶς ὀλίγα διενεγκεῖν τῶν ἐν σκηναῖς ὀρχουμένων· τοὺς μὲν γάρ φασιν οἱ φιλοθεάμονες, σχήμασί τε καὶ νεύμασι τὰς τῶν πραγμάτων φύσεις εἰδοποιεῖν εἰωθότας, αὐτὰ δοκεῖν τοῖς ὁρῶσι μονονουχὶ παρόντα δεικνύειν τὰ πράγματα· ὁ δὲ μεμελέτηκε θεοποιεῖν ἀρετὰς καὶ κακίας, καὶ τὰ τοῦ κόσμου μέρη, καὶ αὐτὴν δὲ τῶν στοιχείων τὴν φύσιν. Καὶ γοῦν ἀντενηνέχθαι τοὺς θεοὺς ἀλλήλοις φησὶν ἐν Ἰλίῳ ποτέ, καὶ τίνες τίσιν οἱ ἀντεξάγοντες διαγορεύει σαφῶς· «Ἦ τοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ' Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα· Ἄντα δ' Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα, κασιγνήτη Ἑκάτοιο· Λητοῖ δ' ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς· Ἄντα δ' ἄρ' Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης.» Ἄθρει δὴ οὖν ἐν τούτοις, καὶ μάλα σαφῶς, τὰς ἀρετὰς αὐτὸν ταῖς κακίαις ἀντεγειρομένας τρόπον τινὰ καταδεῖξαι σπουδάζοντα. Ἄρεα μὲν γὰρ ὡς ἄφρονά τε καὶ μεμηνότα, καὶ πρός γε τούτῳ καὶ ἀλλοπρόσαλλον ἀποκαλεῖν ἔθος τοῖς Ἑλλήνων ποιηταῖς, Ἀθηνᾶν δὲ κερδίστην τε καὶ ποικιλομήτην, Λητὼ δὲ ὁμοίως τὴν λήθην ὑπονοεῖν, Ἑρμῆν δὲ μνήμην τε καὶ λόγον. Εἶτα φυσιολογίας ἅπτεται καὶ τὴν τῶν στοιχείων διαφορὰν πρὸς ἄλληλα ἐξηγεῖται λέγων· «Ἦ τοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ' Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα· Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ ... Ἄντα δ' ἄρ' Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνη.» Κἀνταῦθα γάρ μοι δοκεῖ Ποσειδῶνα μὲν εἰπεῖν τὴν ὑγρὰν οὐσίαν, Ἀπόλλωνα δὲ τὸν ἥλιον, καὶ Ἥραν τὸν ἀέρα, χρυσηλάκατον δὲ κελαδεινὴν τὴν σελήνην, Ἥφαιστόν τε τὸ πῦρ, τὸν δέ γε ποταμὸν ὡς ἐν τάξει δέχεσθαι τοῦ ψυχροῦ.

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
