# Contra Julianum (lib. 1-2) 1.37

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.37

Ἀλλ' εἰ καὶ πολὺ λίαν παρ' αὐτῷ τὸ φιλόμυθον, ἀλλ' οὖν οὐκ ἠγνοηκότα παντελῶς εὑρήσομεν τὴν ἀλήθειαν· ἔφη γάρ που πάλιν· «... οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός, Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα ...» Οὐ γάρ πού φησιν ‘εἰ καὶ θεῶν τις ὑπόσχοιτό μοι τοῦ μὲν γήρως τὴν ἀπεμπολήν, παλινάγρετον δὲ τὴν νεότητα’· τετήρηκε δὲ τὸ χρῆμα μόνῳ τῷ ἐπὶ πάντας Θεῷ, μόναις ἀνατιθεὶς ταῖς αὐτοῦ δυνάμεσι τὸ πάντα δύνασθαι κατορθοῦν ἀμογητί, καὶ τὰ ἐλπίδος ἐπέκεινα καὶ λόγου τοῦ καθ' ἡμᾶς. «Οὐδ' εἴ μοι —φησίν—ὑποσταίη θεὸς αὐτός»· τὸ γάρ τοι ‘Θεὸς αὐτός’ οὐκ ἐφ' ἕνα τῶν ἐν μύθοις πεπλασμένων τινά, αὐτὸν δὲ δὴ μόνον κατασημήνειεν ἂν τὸν ἀληθῶς ὄντα Θεόν. Ἀλλ' Ὁμήρῳ μὲν ὡδὶ φρονεῖν τε καὶ λέγειν ἐδόκει, ἴωμεν δὲ καὶ ἐπ' αὐτοὺς ἤδη τοὺς σοβαροὺς καὶ κατωφρυωμένους, δοκησισοφίας τε δόξαν λαχόντας οὐκ ἀγεννῆ παρά γε τοῖς Ἑλλήνων παισί.

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
