Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.38
Not analysed yet
Πορφύριος μὲν οὖν, ὁ πικροὺς ἡμῶν καταχέας λόγους, καὶ τῆς Χριστιανῶν θρησκείας μονονουχὶ κατορχούμενος, τοὺς ὠνομασμένους ‘σοφούς’, τὸν ἀριθμὸν ὄντας ἑπτά, τὴν τοιάνδε κλῆσιν ἁρπάσαι φησὶν ἐξ αἰτίας τοιᾶσδε· γράφει δὲ οὕτως ἐν τῷ πρώτῳ βιβλίῳ τῆς ‘Φιλοσόφου ἱστορίας’· «Ἐννέα δὲ ὄντων, ἑπτὰ κληθῆναι ‘σοφοὺς’ ἐξ αἰτίας τοιαύτης. Ἁλιέως βόλον νεανίσκοις ἀποδομένου ἰχθύων, συνέβη χρυσοῦν τρίποδα ἐν τῷ βόλῳ εὑρεθῆναι· τοῦ δὲ ἁλιέως ἰχθῦς, ἀλλὰ μὴ τρίποδα πεπρακέναι λέγοντος, καὶ τῶν νεανίσκων εἰς τὴν αὑτῶν τύχην ἀναφερόντων τὴν εὕρησιν, ἔδοξε τῷ θεῷ τὴν κρίσιν ἐπιτρέψαι· τοῦ δὲ χρήσαντος διδόναι τὸν τρίποδα τῷ ‘σοφῷ’, Θάλητι πρώτῳ ὁ τρίπους προσηνέχθη, ὁ δὲ πρὸς Βίαντα ἀπέπεμψεν, ἐκεῖνον φάμενος εἶναι τὸν σοφόν· ὁ δὲ πρὸς ἕτερον πέμπει, κἀκεῖνος πρὸς ἄλλον, ἕως εἰς τοὺς ἑπτὰ τοῦ τρίποδος ἐκπεριαχθέντος καὶ πάλιν ὑποστρέψαντος ἐπὶ τὸν πρῶτον, ἔδοξεν ἀναθεῖναι τῷ θεῷ· τοῦτον γὰρ εἶναι πάντων τὸν σοφώτατον.» Ὁποῖαι τοίνυν αὐτῶν αἱ δόξαι γεγόνασιν, ἐπὶ καιροῦ λελέξεται πρὸς ἡμῶν· Θάλης μὲν οὖν ὁ Μιλήσιος νοῦν τοῦ κόσμου φησὶν εἶναι τὸν θεόν, Δημόκριτος δὲ ὁ Ἀβδηρίτης συμφέρεται κατά τι, προσεπάγει δέ τι καὶ ἕτερον· νοῦν μὲν γὰρ εἶναι τὸν θεὸν ἰσχυρίζεται καὶ αὐτός, πλὴν ἐν πυρὶ σφαιροειδεῖ, καὶ αὐτὸν εἶναι τὴν τοῦ κόσμου ψυχήν. Ἀναξίμανδρος δὲ οἶμον ὥσπερ ὁλοτρόπως ἑτέραν ἰὼν θεὸν διορίζεται εἶναι τοὺς ἀπείρους κόσμους, οὐκ οἶδ' ὅ τι λέγων.