# Contra Julianum (lib. 1-2) 1.39

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.39

Ὁ δὲ πλείστην ἔχων καὶ οὐκ ἔξω θαύματος εἰς βασάνους ἐννοιῶν τὴν δείνωσιν, τὸν Ἀριστοτέλη λέγω τὸν Σταγειρίτην, τὸν Πλάτωνος φοιτητήν, ‘εἶδος μὲν χωριστὸν’ ὀνομάζει τὸν θεόν, ἐπιβῆναι δὲ διατείνεται τῇ τοῦ παντὸς σφαίρᾳ. Καὶ μὴν καὶ οἱ καλούμενοι στωϊκοὶ θεὸν εἶναί φασι πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γενέσει κόσμου. Γεγράφασι δὲ περὶ τούτων Πλούταρχός τε καὶ ἕτεροι τῶν παρ' αὐτοῖς λογάδων, καὶ ὁ θρασὺς καθ' ἡμῶν Πορφύριος. Ἆρ' οὖν οὐ διάφοροι μὲν ἀλλήλοις εἰσί, στοχασταὶ δὲ μᾶλλον ἢ τῆς ἀληθείας διαγνώμονες οἱ πολυτρόποις οὕτω δόξαις καταμεθύοντες; Καίτοι τοὺς ἀληθῶς τε καὶ ἀπλανῶς ἐγνωκότας κατ' οὐδένα τρόπον ταῖς ἀλλήλων ἐννοίαις ἐχρῆν ἀντιφέρεσθαι, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν αὐτῶν ἔνεστιν ἰδεῖν. Ἀλλ' ἐρεῖ πρὸς τοῦτο, οἶμαί, τις· «Τί οὖν, ὦ τᾶν; Οὐ γὰρ αἱρέσεις εἰσὶ πολλαὶ καὶ παρ' ὑμῖν αὐτοῖς, καὶ κατασχίζονταί τινες εἰς τὸ ἕτερά τε καὶ ἕτερα φρονεῖν καὶ λέγειν;» Ἀλλ' οἵ γε, ὦ βέλτιστε, —φαίην ἄν—τῶν ἱερῶν ἡμῖν δογμάτων πρῶτοί τε καὶ ἐν ἀρχαῖς διδάσκαλοι γεγονότες ὁμολογοῦσιν ἀλλήλοις ἅπαντες, καὶ τοῖς πρώτοις συμβαίνουσιν οἱ διὰ μέσου καὶ τελευταῖοι. Οὐ γὰρ ἕτερα ὁ Μωσῆς πεφρόνηκεν, οἱ δὲ μετ' αὐτὸν μαχόμενα τοῖς αὐτοῦ δεδιδάχασιν, ἀλλ' εἷς, ὡς ἔφην, παρὰ πάντων περὶ Θεοῦ λόγος μέχρι τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν.

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
