# Contra Julianum (lib. 1-2) 1.42

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.42

Πυθαγόρας γοῦν φησιν· «Ὁ μὲν θεὸς εἶς, αὐτὸς δὲ οὐχ ὥς τινες ὑπονοοῦσιν ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ' ἐν αὐτῷ ὅλος ἐν ὅλῳ τῷ κύκλῳ ἐπισκοπῶν πάσας γενεάς ἐστι, κρᾶσις ὢν τῶν ὅλων αἰώνων, καὶ φῶς τῶν αὑτοῦ δυνάμεων καὶ ἔργων, ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστήρ, καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶν ὅλων, κύκλων πάντων κίνασις.» Ἰδοὺ δὴ σαφῶς ἕνα τε εἶναι λέγει τὸν τῶν ὅλων Θεόν, καὶ πάντων ἀρχήν, ἐργάτην τε τῶν αὑτοῦ δυνάμεων, φωστῆρα καὶ ψύχωσιν—ἤτοι ζωοποίησιν—τῶν ὅλων, καὶ κύκλων πάντων κίνησιν· αὐτοκίνητον γὰρ οὐδέν, παρῆκται δὲ τὰ πάντα παρ' αὐτοῦ, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι κίνησιν λαχόντα φαίνεται. Ὁ δὲ Πλάτων ὧδέ πη φθέγγεται· «Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ πάντος εὑρεῖν τε ἔργον, καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον». Ὀρθῶς δὴ μάλα· «Δόξα γὰρ Κυρίου κρύπτει λόγον», κατὰ τὸ γεγραμμένον, καὶ πᾶς περὶ αὐτοῦ λόγος ἀσθενεῖ καὶ τῆς ἀξίας κατόπιν ἔρχεται· ἔστι γὰρ ἁπάσης ἐννοίας ἐπέκεινα, βλέπομεν δὲ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι τὰ περὶ αὐτοῦ, καθά φησιν ὁ πάνσοφος Παῦλος.

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
