# Contra Julianum (lib. 1-2) 1.47

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.47

Ἀπόχρη μὲν οὖν ταυτὶ πρὸς ἐντελεστάτην ἀπόδειξιν τοῦ, ὅτι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐννενοήκασι καὶ αὐτοί. Δεῖν δὲ οἶμαι οἷς ἔφην προσεπενεγκεῖν καὶ τὰ περὶ τοῦ ἁγίου Πνεύματος παρ' αὐτῶν εἰρημένα. Πορφύριος γάρ φησι, Πλάτωνος ἐκτιθέμενος δόξαν, ἄχρι τριῶν ὑποστάσεων τὴν τοῦ θείου προελθεῖν οὐσίαν, εἶναι δὲ τὸν μὲν ἀνωτάτω θεὸν τἀγαθόν, μετ' αὐτὸν δὲ καὶ δεύτερον τὸν δημιουργόν, τρίτον δὲ καὶ τὴν τοῦ κόσμου ψυχήν· ἄχρι γὰρ ψυχῆς τὴν θειότητα προελθεῖν. Ἰδοὺ δὴ σαφῶς ἐν τούτοις ἄχρι τριῶν ὑποστάσεων τὴν τοῦ θείου προελθεῖν οὐσίαν ἰσχυρίζεται· εἷς μὲν γάρ ἐστιν ὁ τῶν ὅλων Θεός, κατευρύνεται δὲ ὥσπερ ἡ περὶ αὐτοῦ γνῶσις εἰς ἁγίαν τε καὶ ὁμοούσιον Τριάδα, εἴς τε Πατέρα φημὶ καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὃ καὶ ‘ψυχὴν τοῦ κόσμου’ φησὶν ὁ Πλάτων· ζωοποιεῖ δὲ τὸ Πνεῦμα, καὶ πρόεισιν ἐκ ζῶντος Πατρὸς δι' Υἱοῦ, καὶ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ἀληθεύει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν.» Καὶ πάλιν ὁ αὐτὸς Πορφύριος περὶ Πλάτωνος· «Διὸ ἐν ἀπορρήτοις περὶ τούτων αἰνιττόμενός φησι· ‘Περὶ τὸν βασιλέα πάντα ἐστί, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα’. Ὡς γὰρ πάντων μὲν περὶ τοὺς τρεῖς ὄντων θεούς, ἀλλ' ἤδη πρώτως μὲν περὶ τὸν πάντων βασιλέα, δευτέρως δὲ περὶ τὸν ἀπ' ἐκείνου θεόν, καὶ τρίτως περὶ τὸν ἀπὸ τούτου.»

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
