Ancient Greek · ~5 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.48
Not analysed yet
Δεδήλωκε δὲ ἐμφαίνων καὶ τὴν ἐξ ἀλλήλων ὑπόστασιν, ἀρχομένην ἀπὸ τοῦ ‘βασιλέως’, καὶ τὴν ὑπόβασιν καὶ ὕφεσιν τῶν μετὰ τὸν πρῶτον, διὰ τοῦ ‘πρώτως’ καὶ ‘δευτέρως’ καὶ ‘τρίτως’ εἰπεῖν, καὶ ὅτι ἐξ ἑνὸς τὰ πάντα καὶ δι' αὐτοῦ σῴζεται. Τεθεώρηκε μὲν οὖν οὐχ ὑγιῶς εἰσάπαν, ἀλλὰ τοῖς τὰ Ἀρείου πεφρονηκόσιν ἐν ἴσῳ, διαιρεῖ καὶ ὑφίστησιν, ὑποκαθημένας τε ἀλλήλαις τὰς ὑποστάσεις εἰσφέρει, καὶ τρεῖς οἴεται θεοὺς εἶναι διῃρημένως τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα. Πλὴν οὐκ ἠγνόηκεν ὁλοτρόπως τὸ ἀληθές, οἶμαι δὲ ὅτι κἂν ὑγιῶς ἔφη τε καὶ πεφρόνηκεν, ἐξήνεγκε δὲ καὶ εἰς τοὺς ἄλλους ἅπαντας τῆς περὶ Θεοῦ δόξης τὸ ἀρτίως ἔχον, εἰ μὴ τάχα που τὴν Ἀνύτου καὶ Μελήτου γραφὴν ἐδεδίει καὶ τὸ Σωκράτους κώνειον. Λέγει δὲ καὶ Ἑρμῆς ἐν λόγῳ τρίτῳ τῶν ‘Πρὸς Ἀσκληπιόν’· «Οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυστήρια παρέχεσθαι· ἀλλὰ τῷ νοῒ ἀκούσατε. Ἓν μόνον ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ καὶ ἔστιν ἀεί, νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης· ἀεὶ ἐν ἑαυτῷ ὤν, ἀεὶ τῷ ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει.» Καὶ μεθ' ἕτερά φησι· «Ἐκτὸς τούτου, οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γάρ ἐστι Κύριος καὶ Πατὴρ καὶ Θεὸς καὶ πηγὴ καὶ ζωὴ καὶ δύναμις καὶ φῶς καὶ νοῦς καὶ πνεῦμα, καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ' αὐτόν ἐστι.»