# Contra Julianum (lib. 1-2) 1.49

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.49

‘Νοῦν μὲν γὰρ ἐκ νοῦ’, καθάπερ ἐγᾦμαι, φησὶ τὸν Υἱόν, καὶ ὡς ‘φῶς ἐκ φωτός’· μέμνηται δὲ καὶ τοῦ Πνεύματος, ὡς πάντα περιέχοντος· οὔτε δὲ ἄγγελον, οὔτε δαίμονα, οὔτε μὴν ἑτέραν τινὰ φύσιν ἢ οὐσίαν ἔξω κεῖσθαί φησι τῆς θείας ὑπεροχῆς ἤγουν ἐξουσίας, ἀλλ' ὑπ' αὐτῇ τὰ πάντα καὶ δι' αὐτὴν εἶναι διορίζεται. Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ τρίτῳ τῶν ‘Πρὸς Ἀσκληπιόν’, ὡς ἐρομένου τινὸς περὶ τοῦ θείου Πνεύματος, φησὶν οὕτως· «Εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων Κυρίου ὥστε με τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς νῦν ἔρως τοιοῦτος κατεῖχεν ἵνα περὶ τούτου ζητήσητε· νῦν δὲ τὰ λοιπὰ τοῦ λόγου ἀκούετε· Τούτου τοῦ Πνεύματος οὗ πολλάκις προεῖπον πάντα χρῄζει· τὰ πάντα βαστάζον, κατ' ἀξίαν τὰ πάντα ζωοποιεῖ καὶ τρέφει, καὶ ἀπὸ τῆς ἁγίας πηγῆς ἐξήρτηται, ἐπίκουρον πνεύμασι καὶ ζωῆς ἅπασιν ἀεὶ ὑπάρχον γόνιμον, ἓν ὄν.» Οἶδεν οὖν αὐτὸ καὶ ὑπάρχον ἰδιοσυστάτως, καὶ τὰ πάντα ζωοποιοῦν καὶ τρέφον, καὶ ὡς ἐξ ἁγίας πηγῆς ἠρτημένον τοῦ Θεοῦ καὶ Πατρός. Πρόεισι γὰρ ἐξ αὐτοῦ κατὰ φύσιν, καὶ δι' Υἱοῦ χορηγεῖται τῇ κτίσει.

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
