# Contra Julianum (lib. 1-2) 1.50

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.50

Πολυπραγμονήσαντες τοίνυν ὡς ἔνι τὰ παρ' ἐκείνοις βιβλία, διαφανεστάτην πεποιήμεθα τὴν ἑκάστου δόξαν, ὡς ἂν εἰδεῖεν οἱ ἐντευξόμενοι ὅτι πεπλάνηνται μὲν ἰδιογνωμονήσαντες τῶν παρ' Ἕλλησι σοφῶν οὐκ ὀλίγοι, καὶ ἀλλήλαις ἀντανισταμένας δόξας ἐσχήκασιν, εἰσὶ δὲ οἱ τῶν μωσαϊκῶν οὐκ ἀμοιρήσαντες λόγων, διὰ τὸ μέχρις Αἰγύπτου φιλομαθείας χάριν παρελθεῖν· οὗτοι ἄμεινόν πως ἢ οἱ λοιποὶ πεφρονήκασιν, ἐγγὺς μὲν γεγονότες τὴς ἀληθείας, οὐ μὴν ἀθόλωτον παντελῶς ἐσχηκότες τῆς διανοίας τὸν ὀφθαλμόν· οὓς ἄν, οἶμαι, τὶς καὶ παραβλῶπας εἰπὼν οὐκ ἂν τοῦ εἰκότος ἁμάρτοι λογισμοῦ. Ὅτι τοίνυν καὶ πρεσβύτερα τὰ Χριστιανῶν καὶ ἀληθείας ἔμπλεα, καὶ τοῖς τῶν λογάδων ἐξειλεγμένοις εὖ ἔχειν ὑπειλημμένα, καὶ ἀσυγκρίτως ἐν ἀμείνοσι τῆς Ἑλλήνων τερθρείας, ἀποχρῶν, οἶμαι, διέδειξε λόγος. [Τέλος τοῦ πρώτου τόμου ‘τῶν τοῦ θεοσόφου Κυρίλλου ἀντιρρητικῶν’]

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
