Ancient Greek · ~3 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.56
Not analysed yet
Ὅτι δὲ γενητός ἐστιν ὁ οὐρανός, διὰ πλείστων ὅσων μαρτυριῶν καταδεῖξαι ῥᾷον ἐκ τῆς θεοπνεύστου Γραφῆς· ἔφη γάρ που ὁ Θεός. «Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν καὶ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.» Καὶ μὴν καὶ ὁ μακάριος Δαβὶδ «τῷ Λόγῳ Κυρίου τοὺς οὐρανοὺς ἐστερεῶσθαί φησι καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν εἶναι τὴν δύναμιν αὐτῶν»· οἶδε δὲ καὶ διηγουμένους αὐτοὺς δόξαν Θεοῦ. Πῶς, ἢ τίνα τρόπον; ἀφ' ὧν εἰσι καὶ γεγόνασιν εὖ μάλα τεθαυμασμένους καὶ μονονουχὶ φωνῇ τῇ τοιᾷδε χρωμένους· τὰ γὰρ τῶν τεχνημάτων ἄριστα καὶ ἐξαίρετα, καίτοι φωνὴν οὐκ ἔχοντα, μονονουχὶ καὶ διακεκράγασι τὴν τοῦ τεχνουργήσαντος ἐπιστήμην ἐφ' ἑαυτοῖς ἐκφαίνοντα. [Τέλος τοῦ δευτέρου τόμου ‘τῶν κατὰ Ἰουλιανοῦ ἀντιρρητικῶν’ τοῦ πανσόφου καὶ μακαρίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Κυρίλλου.]