# De adoratione et cultu in spiritu et ueritate 14.1

Cyrillus, De adoratione et cultu in spiritu et ueritate, Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-adoratione-et-cultu-in-spiritu-et-ueritate/14.1

Β. Ὡς εὖγε ἡμῖν, ὦ τᾶν, ὁ λόγος ἔχει. βουλοίμην δ’ ἂν ἔγωγε καὶ δι’ ἑτέρων ὅσων ἡμῖν ἀποδεί ξεων ἰέναι τὸ γύμνασμα. τὸ γάρ τοι φιλεῖν ἐξεπίστασθαι πλουσίως τὸ τελοῦν εἰς ὄνησιν οἰησαίμην ἂν ἔγωγε τοῦ παντὸς ἄξιον. Α. Καὶ μήν, ὦ Παλλάδιε, τά γε εἰκότα φής. εἴη γὰρ ἂν διανοίας ἡμῖν τῆς εἰς ὅτι μάλιστα φιλομαθεστάτης τὸ χρῆμα καρπός, ὄκνου δὲ ἀμείνων ὁ πρὸς ἡμῶν ἔσται λόγος, οὐ τὸ αὐτό μοι δοκοῦν τοῖς οὕτω λαμπροῖς καὶ ἀξιεράστοις διηγήμασι τὴν οὐκ ἐν καιρῷ παρειστρέχουσαν ἐπασκῆσαι σιγήν. οὐκοῦν ὅτι τῆς πρὸς τὰ φαῦλα διαθέσεώς τε καὶ κοινωνίας εἰσάπαν τε καὶ ὁλοτρόπως ἀποσχοινίζεσθαι χρὴ κατὰ τὸ ἐγχωροῦν, καὶ μὴν ὅτι τὸ ἀναθρεῖν δύνασθαι πρὸς ἀρετὴν προσγένοιτ’ ἂν οὐχ ἑτέρως ἢ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον, ἀπονητὶ θεωρήσομεν τῆς διανοίας τὸν ὀφθαλμὸν ἐνιέντες εὖ μάλα καὶ τοῖς κατὰ τὸν θεσπέσιον Ἀβραὰμ καὶ τοῖς ὑπὲρ λόγον κατωρθωμένοις ἐπὶ τῇ ἐξόδῳ τῶν ἐξ Ἰσραήλ, ἣν πεποίηνται κατὰ καιροὺς τῆς Αἰγυπτίων πλεονεξίας τὰ δεσμὰ διαρρήξαντες. Β. Φράζε δὴ οὖν ἀνὰ μέρος, ὡς εὖ ἴσθι τοι πλουσίως ἡμᾶς εὐφραίνων, εἰ δρᾶν ἕλοιο ταυτί. Α. Ἐλέγομεν τοίνυν, ὡς ἀφορήτῳ ποτὲ λιμῷ καὶ ταῖς τῶν ἀναγκαίων ἐνδείαις ἐκπεπιεσμένος ὁ θεσπέσιος Ἀβραὰμ οὐ θελητὴν ἐποιεῖτο τὴν εἰς Αἴγυπτίους κάθοδον καὶ ταῖς ἀνάγκαις ἐδίδου κρατεῖν. ξένον δὲ ὄντα καὶ ἐπηλύτην λύπαις καὶ πλεονεξίαις ὁ Φαραὼ κατῃκίζετο. τὴν γάρ τοι συνῳκισμένην αὐτῷ παραλύειν ἤθελεν ἡδοναῖς ἀκράτοις ἐκκεκαυμένος εἰς αἰσχρουργίας ἔφεσιν. κατορθῶσαι δὲ τὸ δοκοῦν οὐκ ἠφίει θεός. ἤτασε γάρ, φησί, τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ. Εἰκὼν δὲ καὶ τύπος ὁ Φαραὼ διαβολικῆς ἀκρασίας. σκοπὸς γὰρ ἐκείνῳ καὶ τῶν ὅτι μάλιστα διεσπουδασμένων τὸ καὶ ταῖς τῶν ἁγίων συνέσεσιν ἐνιέναι φιλεῖν τῆς ἐνούσης ἀκαθαρσίας αὐτῷ τὰ σπέρματα, ὡς ἂν ἕλοιντο καρποφορεῖν τὰ αὐτῷ φίλα τε καὶ καθ’ ἡδονήν. εἶεν δ’ ἂν οἶμαι ταυτὶ τὰ εἰς πολύτροπον ἁμαρτίαν ἐγκλήματα. καὶ ἁλοίη μὲν πᾶς τις οὖν καὶ οὐχ ἑκὼν ὑποκείσεται ταῖς ἐκείνου πλεονεξίαις. νοσεῖ γὰρ ἡ φύσις τὸ ἄναλκι, ἐφίησι γε μὴν οὔτι που θεὸς ἀνασειράζων τρόπον τινὰ τὰ κατὰ τῶν ἁγίων ἐπιχειρήματα καὶ τοῦ πονηροῦ τὰς ἐπιβουλάς. συμβέβηκε δὲ οὐχ ἑτέρως διαδράναι τὰ βλάβη τὸν θεσπέσιον Ἀβραάμ, εἰ μὴ τὴν τῶν Αἰγυπτίων ἀφεὶς πρὸς τὸν ἐν ἀρχῇ καὶ θεόσδοτον ἀναπεφοίτηκε χῶρον, οὗ καὶ ἀφιγμένος σπουδασμάτων ἀγαθῶν σχολαῖος ἦν ἐπιμελητής. γέγραπται δὲ οὕτως· ἀνέβη δὲ Ἀβραὰμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ’ αὐτοῦ εἰς τὴν ἔρημον. Ἀβραὰμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι καὶ ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἐπορεύθη, ὅθεν ἐξῆλθεν εἰς τὴν ἔρημον ἕως Βαιθήλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Ἀγγαὶ εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν. καὶ ἐπεκάλεσεν ἐκεῖ Ἀβραὰμ τὸ ὄνομα κυρίου. Συνίης οὖν, ὅτι συναπαίρειν ἀνάγκη τοῖς ἐξ ἀκρασίας κοσμικῆς εἰς ἑτέραν ἀνατρέχουσι ζωὴν ἱερὰν οἱονεὶ πάντα τὰ αὐτῶν; πανοικὶ γὰρ καὶ παγγενεί, προσθείην δ’ ἂν ὅτι καὶ πανσκευεί, τῆς Αἰγυπτίων ἀποδεδράμηκε γῆς ὁ προπάτωρ Ἀβραάμ. δεῖ γὰρ ὁλοτρόπως ἀποφοιτᾶν καὶ πανοικὶ τρόπον τινὰ μεθορμίζεσθαι φιλεῖν εἰς τὴν ἔρημον, τοῦτ’ ἔστιν, εἰς ἀπαρενόχλητόν τε καὶ καθαρὰν διανοίας κατάστασιν, ὅθεν καὶ ἐν ἀρχαῖς ἡ τοῦ ἀνθρώπου φύσις ἐκβέβηκεν ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν ἀπονεύσασα πρὸς τὰ χείρω. τοῦτο γὰρ αἰνιγματωδῶς κατασημήνειεν ἂν ἡ εἰς ἀλλοτρίους κάθοδος ἀπὸ γῆς οἱονεὶ καὶ σκηνῆς τῆς ἐν ἀρχαῖς τε καὶ φιλαιτάτης, ἐν ᾗ καὶ θυσιαστήριον. παλινδρομοῦντες γὰρ οὕτως, ἕως ἂν ἐν χώρᾳ καὶ τόπῳ γενώμεθα τοῦ θυσιαστηρίου τοῦ ἐν ἀρχαῖς, τοῦτ’ ἔστι τοῦ πάλαι προσπεφυκότος ἁγιασμοῦ, καὶ ἡμεῖς ἐπικαλούμεθα τὸν τῶν ὅλων θεὸν τὸ προφητικὸν ἐκεῖνο πρόσρημα λέγοντες· κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν. τὸ ὄνομά σου ὀνομάζομεν. Β. Ἀστειότατα ἔφης.

---

Cyrillus Alexandrinus, De adoratione et cultu in spiritu et ueritate, ed. Barbara Villani Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg096.local002/.
