# De adoratione et cultu in spiritu et ueritate 2.1

Cyrillus, De adoratione et cultu in spiritu et ueritate, Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-adoratione-et-cultu-in-spiritu-et-ueritate/2.1

Β. Πάνυ μὲν οὖν. ἀλλὰ τίς ἂν γένοιτο τούτων ἡ διασάφησις; ἢ τίς ὁ τρόπος τοῦ πολιτεύεσθαι μὲν εὐαγγελικῶς, ἐξῆφθαι δὲ ἔτι δοκεῖν τῆς ἀρχαίας ἐντολῆς καὶ πληροῦν οἴεσθαι τὰ διὰ Μωσέως; Α. Οὐχ ἁπλοῦς ὁ λόγος, ὡς ἄν τις εἰκάσαι· χρῆμα δέ, οἶμαι, πολυσχιδὲς καὶ πολύμορφον ἡ ἀρετή, καὶ τῆς ἐν Χριστῷ πολιτείας τὰ αὐχήματα διὰ πλείστης ὅσης ἡμῖν τῆς ἀγαθουργίας ἐκποικίλλεται. Καὶ γοῦν ὁ θεσπέσιος Δαυὶδ ἐν ψαλμῷ τῷ τετάρτῳ καὶ τεσσαρακοστῷ παρίστησι μὲν τῷ Χριστῷ παρθένον ἁγνὴν ὡς ἐν τάξει βασιλίδος τὴν ἐκκλησίαν, περίχρυσον δὲ αὐτῇ καὶ πεποικιλμένην περιτίθησι στολὴν οὕτω λέγων· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη καὶ πεποικιλμένη, τοῦ μὲν διαχρύσου τὸ ἔντιμον καὶ περιφανές, καθάπερ ἐγῷμαι, τοῦ δέ γε ποικίλου τὸ πολυειδὲς τῆς ἀρετῆς εὖ μάλα κατασημαίνοντος. ἐκπρεπεστάτη γὰρ λίαν ἐν τούτοις ἡ ἐκκλησία κόσμον ἔχουσα τὸν νοητὸν οὐ τοῖς τῆς σαρκὸς ὁρώμενον ὀφθαλμοῖς, ἀλλ’ εἰς νοῦν ἔσω καὶ καρδίαν τὸν ἐν τῷ κρυπτῷ νοούμενον Ἰουδαῖον διὰ πλείστων ἡμῖν ὅσων ὡραϊσμῶν εὐφυᾶ καὶ ἐξαίρετον ἀστείως ἐκφαίνοντα. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν οὔτε μὴν ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ θεοῦ. Β. Ἆρ’ οὖν, εἰπέ μοι, τῆς ἐν πνεύματι περι τομῆς εἰσκεκομισμένης καὶ θυσιῶν τῶν κατὰ τὸν νόμον ἀνατετραμμένων καὶ τόπον οὐδένα παρ’ ἡμῖν ἐχούσης τῆς πολιτείας ἰουδαϊκῆς, οὐκ ἀπίθανόν πως εἶναι δοκεῖ τὸ φάναι Χριστὸν oὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι; ἢ εἴπερ οὐχ ὧδε ἔχει, διακωλύσειεν ἂν οἶμαί που καὶ ἡμᾶς οὐδὲν βουθυσίαις μὲν καὶ λιβανωτοῖς τὸν τῶν ὅλων βασιλέα καταγεραίρειν θεόν, προσκομίζειν δὲ αὐτῷ τρυγόνας καὶ περιστεράς, καὶ εἴ τι δρᾶν ἕτερον τοῖς ἀρχαιοτέροις νενόμιστο, τοῦτο καὶ ἡμᾶς αὐτοὺς ἐπείγεσθαι πληροῦν. Α. Καὶ μήν, ὦ ἑταῖρε, πολὺ τοῦ πρέποντος ἀποκομίζῃ μακράν· ἀνατετράφθαι γὰρ οἴει τὸν νόμον ὡς οὐδὲν ἀπώνασθαι μὲν τῶν αὐτοῦ καὶ ἀχρεῖον ἔχοντα παντελῶς τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀναγκαίων δήλωσιν καὶ οὐχὶ μετατετράφθαι μᾶλλον αὐτὸν εἰς ἀληθείας ἔνδειξιν, καίτοι τοῦ μακαρίου γράφοντος Παύλου· νόμον οὖν καταργοῦμεν διὰ πίστεως; μὴ γένοιτο. ἀλλὰ νόμον ἱστάνομεν. παιδαγωγεῖ γὰρ ὁ νόμος καὶ ἀποφέρει καλῶς εἰς τὸ ἐπὶ Χριστῷ μυστήριον. εἶναι δέ φαμεν τὰ πάλαι διὰ Μωσέως τοῖς ἀρχαιοτέροις τεθεσπισμένα στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ. εἰ δὴ παρωσαίμεθα τὸν παιδαγωγόν, τίς ἡμᾶς ἔτι διακομιεῖ πρὸς τὸ Χριστοῦ μυστήριον; καὶ εἰ παραιτοίμεθα τὸ μαθεῖν τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, πῶς ἂν ἔτι λοιπὸν ἢ πόθεν ἀφιξαίμεθα πρὸς τὸ τέλος; ἢ γὰρ οὐχὶ κατὰ τὰς γραφὰς πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός; Β. Ναί. Α. Γέγραπται γὰρ ὡδί· πλήρωμα δὲ νόμου καὶ προφητῶν εἴη ἂν εἰς αὐτόν, οἶμαί που, παντὸς ὁρῶντος καὶ τετραμμένου προφητικοῦ τε καὶ νομικοῦ θεσπίσματος. τοιγάρτοι καὶ ἔφασκε τὰς τῶν Ἰουδαίων ἀπειθείας ἐκδυσωπῶν· μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε; ἀφῖχθαι δὴ οὖν εἰ λέγοι καταλύσων μὲν οὐδαμῶς τὸν νόμον, ἀποπερανῶν δὲ μᾶλλον αὐτόν, μὴ τὴν εἰς ἅπαν ἀνατροπὴν τῶν πάλαι τεθεσπισμένων εἰργάσθαι διανοοῦ, μᾶλλον δὲ μεταπλασμὸν ὥσπερ τινὰ καί, ἵν’ οὕτως εἴπω, μεταχάραξιν τῶν ἐν τύποις ἐπὶ τὸ ἀληθές. Β. Ὀρθῶς ἔφης. Α. Καὶ δή τι τοιοῦτον ἔδει γενέσθαι παρὰ Χριστοῦ· οἱ τὴν ἐν πίναξι καὶ γραφαῖς εὐτεχνίαν ἐξησκηκότες οὐκ εὐθὺς τοῦ γράφειν ἀρχόμενοι τὸ ἀνενδεῶς ἔχον καὶ εἰς ἅπαν ἀπηρτισμένον ἐπιφέρουσιν εἶδος ταῖς γραφαῖς, ἑνὶ δὲ δὴ πρότερον καὶ ἀκαλλεστέρῳ χρώματι σκιαγραφοῦντες εὖ μάλα καὶ ὧνπερ ἂν ἕλοιντο τυχὸν ἀμυδροτέρους ἔτι τοὺς τύπους προαναφαίνοντες, εἶτα ταῖς σκιαῖς ἐπαλείφοντες τὸ ἑκάστῃ πρέπον τε καὶ ἁρμοδιώτατον χρῶμα, μεταφέρουσι τοὺς τύπους εἰς εἶδος τὸ ἐμφανὲς καὶ ἀσυγκρίτως ἄμεινον ἢ τὸ ἐν ἀρχαῖς. ἢ οὐχ ὧδε ἔχει; Β. Ἔγωγέ φημι. Α. Οἱ δὲ δὴ τὴν χαλκουργικὴν ἐπιτηδεύοντες ἐμπειρίαν ἀνδριάντα τυχὸν εἰ βούλοιντο διαπήγνυσθαι, κηρῷ μὲν τὸ πρῶτον εἰς εἶδος ἄγουσιν ἀδρανές, εἶτα πυρὶ κατατήκοντες ἐπιχέουσι τὸν χαλκὸν ἄγουσί τε οὕτω πρὸς τὸ ἀρτίως ἔχον εἶδός τε καὶ κάλλος εὖ μάλα τὸ τεχνουργούμενον. ἐπιρριφθείσης δὲ ταῖς σκιαῖς τῆς τῶν χρωμάτων πολυειδίας καὶ μὴν καὶ χαλκοῦ τὰ ἐκ κηροῦ κατατήκοντος, δόξειε μὲν ἂν ἠθετῆσθαί τε καὶ ἀνατετράφθαι βραχὺ τὰ πρῶτά τε καὶ ἐν ἀρχῇ σχήματα. ἔχει δὲ οὐχ οὕτω τὸ χρῆμα τῇ φύσει. φαῖεν γὰρ ἂν ἀληθεύοντες χαλκουργός τε καὶ γραφεύς· „ οὐ κατελύσαμεν τὰς σκιάς, οὐκ εἰς ἀχρειότητα παντελῆ τοὺς τύπους ἐπέμψαμεν, πεπληρώκαμεν δὲ μᾶλλον. ὃ γὰρ ἦν ἰδεῖν ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις ἀφανέστερόν τε καὶ ἀκαλλέστερον, τοῦτο προβέβηκεν ἐπὶ τὸ ἄμεινόν τε καὶ ἐμφανέστερον. “ Β. Εὖ λέγεις.

---

Cyrillus Alexandrinus, De adoratione et cultu in spiritu et ueritate, ed. Barbara Villani Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg096.local002/.
