# De adoratione et cultu in spiritu et ueritate 5.1

Cyrillus, De adoratione et cultu in spiritu et ueritate, Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-adoratione-et-cultu-in-spiritu-et-ueritate/5.1

Β. Ἐκδείξειας ἂν ὅπως, ἢ ψιλοῖς ἐάσεις ἐπινήχεσθαι λογισμοῖς; Α. Ἥκιστά γε. παραδείξαιμι γὰρ ἂν ὡς ἔνι καλῶς τὰ τοῖς ἀρχαίοις συμβεβηκότα διαμορφῶν εὐτέχνως εἰς τύπον τῶν νοητῶν. εἰκόνες γὰρ ἐναργεῖς καὶ ἀριδηλότατοι γένοιντ’ ἂν ἡμῖν τῶν ἐν θεωρίᾳ λεπτῇ τὰ ὡς ἐν αἰσθήσει τε καὶ ὡς ἐν ὄψει σωματικῇ. γέγραπται γὰρ τοίνυν περὶ τοῦ προπάτορος Ἀβραάμ· καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς καὶ κατέβη Ἀβραὰμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. τὴν γάρ τοι φίλην τε αὑτῷ καὶ ἐνεγκοῦσαν ἀφεὶς μεθωρμίζετο πρὸς ἑτέραν, ἣν ὑπέδειξε θεός. ἔξελθε γάρ, φησίν, ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. καταβρίθοντος δὲ τοῦ λιμοῦ καὶ δυσδιάφυκτον κομιδῇ τὴν ζημίαν ἐπάγοντος τὴν Αἴγυπτίων ἰδεῖν, καὶ οὐχ ἑκών, ἐβιάζετο καὶ κατοικῆσαι μὲν οὐχί, παροικῆσαι δὲ μᾶλλον ἐν αὐτῇ. Β. Τί οὖν τοῦτό γε; Α. Ἀρίστην ἡμῖν τῶν ἀφανεστέρων τὴν θεωρίαν διαμορφοῖ. Β. Τίνα τρόπον; Α. Ταῖς τῶν Ἰουδαίων ἀπειθείαις ἐπιτιμῶν ἔφη που ὁ θεός· ἰδοὺ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες λόγον κυρίου, καὶ οὐ μὴ εὕρωσιν. ἆρ’ οὖν, ὦ ἑταῖρε, τοὺς τῷ τοιῷδε τυχὸν καταπιεσθέντας λιμῷ καὶ χορηγίας ἐκπεπτωκότας τῆς διακρατούσης εἰς ἀρετὴν καὶ τροφὰς οὐκ ἔχοντας τὰς ἐξ οὐρανοῦ καὶ ἄνωθεν, οὐχὶ πᾶσά πως ἀνάγκη μετανάστην ὥσπερ τινὰ καὶ φυγάδα ποιεῖσθαι τὸν νοῦν μεταθέοντα λοιπὸν ἐπὶ τὰ αἰσχίω καὶ ὥσπερ τινὸς γῆς ἰδίας τῆς εἰς ἀρετὴν εὐσθενείας ἐξωθούμενον καταβαίνειν εἰς ἑτέραν ἕξιν τε καὶ θέλησιν, οὐκ ἔτι μὲν τὴν ὑπὸ θεῷ, σκήπτροις δὲ μᾶλλον ὑποκειμένην διαβολικοῖς; πατὴρ γάρ, οἶμαι, καὶ βασιλεὺς ἁμαρτίας ὁ πρῶτος αὐτὴν εἰς κόσμον ἐνεγκών, οὗ καὶ εἰς εἰκόνα καὶ τύπον παραδέξαιτ’ ἂν οἶμαί τις, καὶ σφόδρα εἰκότως, τὸν Φαραὼ τῆς Αἰγυπτίων ἐξάρχοντα. παρ’ οἷς βαθὺς μὲν ἦν λίαν ὁ τοῦ πεπλανῆσθαι σκότος, κακίας δὲ τρόπος ἀνεπιτήδευτος παντελῶς οὐδείς. Β. Καὶ τί τὸ λυπῆσαν τὸν μακάριον Ἀβραὰμ ἐκ τοῦ καθικέσθαι τυχὸν εἰς τὴν Αἰγυπτίων; Α. Πλεῖστον μὲν οὖν ὅσον. μικροῦ γὰρ ἐπέκεινα παντὸς ἠνέχθη κακοῦ. ἀναμάθοις δ’ ἂν καὶ τοῦτο εὐκόλως ἱεροῦ φωνοῦντος γράμματος· ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἀβραὰμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ εἴη σφόδρα, καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. ἄθρει δὴ οὖν ὅτι μικροῦ διόλωλεν αὐτῷ τὸ γύναιον, ὦ τᾶν. Β. Ὡς δριμὺ τὸ χρῆμα καὶ καταλυπεῖν ἱκανόν. Α. Καὶ μὴν τοῦτό τοι περὶ ἡμᾶς αὐτοὺς νοητῶς συμβήσεται. οἷς γὰρ ἂν γένοιτο πατρίδος μὲν ὥσπερ τῆς ἰδίας ἀπολισθεῖν τῆς συνήθους τε καὶ φιλαιτάτης εὐκοσμίας καὶ ἀρετῆς, καθικέσθαι δὲ πρὸς τὰ χείρω καὶ ὑπὸ σκῆπτρα γενέσθαι διαβολικá, πάντῃ τε καὶ πάντως ἐπιφύονταί τε καὶ ἐπιβουλεύουσι δεινῶς αἱ πονηραὶ καὶ ἐναντίαι δυνάμεις· κἂν εἰ θεάσαιντό τινα τῶν ὑπ’ αὐταῖς γεγονότων οὐκ ἀκαλλῆ τὴν σύνεσιν ἔχειν δυνάμενον, περιποιεῖν σπουδάζουσι τῷ ἰδίῳ καθηγητῇ καὶ τοῖς ἐκείνου σπερματισμοῖς ὑποφέρουσιν, ἵνα θεῷ μὲν οὐκέτι, καρποφορῇ δὲ μᾶλλον τῷ Σατανᾷ. τὰ γὰρ βρώματα αὐτοῦ, κατὰ τὸ γεγραμμένον, ἐκλεκτά· κατακηλοῦσαι δὲ ὥσπερ τὸν ἁλόντα τε καὶ ὑπολισθήσαντα νοῦν, ὡς ἂν μὴ πολὺ βλέπων εἰς τὸ ἐλεύθερον τῆς ὑπ’ αὐταῖς θητείας ἀποφοιτήσειεν, περιποιοῦσιν ἐσθ’ ὅτε τὰς ἐπὶ τοῖς γηΐνοις ἡδονὰς καὶ οἱονείπως καταπλουτίζουσι ταῖς εἰς τὸ μηδὲν θυμηδίαις, καθάπερ ἀμέλει καὶ οἱ τῶν Αἰγυπτίων ἄρχοντες τὴν σύνοικον ἀπολλύντα τὸν μακάριον Ἀβραάμ, οἱονεὶ περισαίνοντες ταῖς τιμαῖς καὶ δώρων προσαγωγαῖς τοῦ λυπεῖσθαι λίαν ἀποκομίζειν ἤθελον. γέγραπται γάρ, ὅτι καὶ τῷ Ἀβραὰμ εὖ ἐχρήσαντο δι’ αὐτήν, δῆλον δέ, ὅτι τὴν Σάρραν, καὶ ἐγένοντο αὐτῷ πρόβατά τε καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι. Πλεονεκτῶν γὰρ ἡμᾶς εἰς τὰ καιριώτατα καὶ οἱονεὶ γονῆς τε καὶ εὐκαρπίας ἀποστερῶν ἐλευθέρας ὁ Σατανᾶς καὶ ταῖς ἰδίαις ὕβρεσι τε καὶ ἀσελγείαις τὸν εὐγενῆ νοῦν ὑποφέρων ἐκ πλεονεξίας τῇ τῶν ἐπιγείων τέρψει καταδεσμεῖ. διελήλακε δὲ μανίας εἰς τοῦτό ποτε, ὡς καὶ αὐτῷ τὴν πεῖραν καθεῖναι Χριστῷ. ἀναγαγὼν γὰρ αὐτόν, φησίν, ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτήν. σὺ οὖν, ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοι πάντα.

---

Cyrillus Alexandrinus, De adoratione et cultu in spiritu et ueritate, ed. Barbara Villani Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg096.local002/.
