Ancient Greek · ~30 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 6.1
Not analysed yet
Β. Ἔχει μὲν ὀρθῶς. πλὴν ἐρομένῳ φράσον. τίς ἂν γένοιτο τοῖς παθοῦσιν ἢ ὄνησις ἤγουν ἐπικούρησις; Α. Θεός, ὦ γενναῖε, καὶ ἡ παρ’ αὐτοῦ χάρις οὐ μέχρι παντὸς ἐφιεῖσα τὸν ἠσθενηκότα νοῦν ὑπὸ πόδας εἶναι διαβολικούς, ἀλλ’ ὑπερασπίζουσά τε καὶ ἐξαιρουμένη τὸν οὐδὲν ἐπαμύνειν ἑαυτῷ δυνάμενον. ἴδοις δ’ ἄν, εἰ βούλοιο, τουτὶ γεγονὸς καὶ ἐπὶ τοῦ προπάτορος Ἀβραάμ. ἀπειρηκότος γὰρ τοῦ δικαίου καὶ δρᾶν οἵου τε παντελῶς οὐδὲν μέσος ἐχώρει θεὸς καὶ τῆς Αἰγυπτίων ἀσελγείας τὸ γύναιον ἠλευθέρου. ἤτασε γὰρ κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ φοβε ροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ, ἠφίει τε οὕτω μόλις ὕβρεως ἐλευθέραν τὴν τῷ δικαίῳ συνῳκισμένην. θεὸς οὖν ἄρα καὶ μόνος ἐξέλοιτο ἂν εὐκόλως ἐκ τῆς τοῦ διαβόλου χειρὸς τὸν ἐναλόντα νοῦν καὶ εἰς εὐκοσμίαν αὐτὸν ἀναπέμψαι τὴν ἐν ἀρχαῖς. Β. Ἐνδείᾳ δὴ οὖν τῇ τῶν ἄνωθεν ἀγαθῶν κατωθούμενοι κάτιμεν ἐσθ’ ὅτε πρὸς τὰ αἰσχίω καὶ βδελυρά. Α. Οὕτω φημί. Β. Ἀλλ’ ἔστι που πάντως τῷ φιλαγάθῳ πρέπον θεῷ τὸ μηδενὶ τῶν τοιούτων ἐᾶν περιπίπτειν ἡμᾶς. Α. Πρέπον μὲν ὅτι μάλιστα τουτὶ τῷ θεῷ καὶ θελητόν γε, ὦ τᾶν· εἴη γὰρ ἂν ἥκιστα μὲν ἀγαθός, φιλάρετος δὲ οὐ λίαν, εἰ μὴ τοῦτον ἔχοι περὶ ἡμᾶς τὸν σκοπόν. παραίτιοι δὲ τοῦ παθεῖν ἑαυτοῖς ἡμεῖς παραθήγοντες εἰς ὀργὰς τὸν τῶν ὅλων δεσπότην· ἐνίησι γὰρ οὕτω πρὸς ἀσθενῆ τε καὶ ἄνανδρον νοῦν. ἢ οὐχὶ βοῶντος ἀκούεις δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· ἰδού, ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοί· ἅμα γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται; γράφει δὲ περί τινων καὶ ὁ σοφώτατος Παῦλος· καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοῦς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. τρανώτερον δὲ τουτὶ καὶ ὁ θεσπέσιος Ἡσαΐας καθίστησι λέγων ὡς ἐκ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἤγουν τῶν ὠλισθηκότων εἰς ἁμαρτίας· ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Β. Ἆρ’ οὖν, εἰπέ μοι, καταρραθυμοῦντες ἡμεῖς τοῦ πρέποντος καὶ ταῖς ἁμαρτίαις ἐναλισκόμενοι προσρίψομεν τὴν αἰτίαν τῷ θεῷ καὶ ἐγκαλέσομεν αὐτῷ τὴν ὀργὴν ὡς διὰ τοῦτο ἡμαρτηκότες; Α. Ἐπαιτιασόμεθα μὲν οὐχί, μανία γὰρ τοῦτό γε· φάσκοντες δέ, ὅτι σὺ ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν, τοιοῦτόν τι νοοῦμεν ὡς εἰ μὴ τὸ σὸν ἔχοιμεν εὐμενές, ὦ δέσποτα, τὸ ἀπεῖργον οὐδὲν τυραννεῖσθαι μὲν ὑπὸ ἁμαρτίας διὰ τὸ τῆς ἡμετέρας φύσεως ἀσθενές, παντὶ δὲ λοιπὸν ἐνέχεσθαι κακῷ. Β. Συνίημι, ὃ φής. Α. Φροντίδος οὖν ἅμα καὶ μὴν καὶ φειδοῦς τῆς ἄνωθεν ἀπαμφιεννύμενοι καὶ τῆς εἰς ἄγαν ἐξιτηλίας καὶ τῶν εἰς τὸ φαῦλον ἀσχέτων ἀπονευμάτων πραττόμενοι δίκας, ἀσθενεῖς καὶ εὐάλωτοι καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἠρρωστηκότες ἀποδεικνύμεθα; πάρα δὲ δή σοι ταυτὶ καταθεάσασθαι λαμπρῶς τοῖς Ἱερεμίου περιτυχόντι λόγοις. Ἰουδαίων μὲν γὰρ ἡ ἀγρία πληθὺς καί τοι σφόδρα πλουσίως ἐνσπαταλῶσά τε καὶ ἐνευρυνομένη ταῖς παρὰ θεοῦ φιλοτιμίαις καὶ ἁπάντων κρατήσασά τε λοιπὸν τῶν ἐχθρῶν διελάσασά τε λοιπὸν εἰς αὐτό που τάχα τῆς ἐν ἀνθρώποις εὐκλείας τὸ ἀνωτάτω σκληράν τε καὶ ἄθραυστον ἐμελέτα τὴν ἀπείθειαν. μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσαντες ταῖς διὰ Μωσέως ἐντολαῖς καὶ μικροῦ παντελῶς ἀξιοῦντες λόγου τὰ τεθεσπισμένα ἀπαραποδίστοις ἐφέροντο ῥοπαῖς εἰς ὄλεθρον καὶ ἀπώλειαν. ὑποκάτω γὰρ δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος κατὰ τὴν τοῦ προφήτου φωνὴν βωμοὺς ἀνεδείμαντο καὶ ἐν τοῖς εὐδενδροτάτοις τῶν ἀλσῶν τεμένη τοῖς δαίμοσι διαπήξαντες βουθυσίαις καὶ λιβανωτοῖς καὶ τοῖς ἄλλοις ἅπασι καταγεραίρειν ἠξίουν θεοὺς καὶ σωτῆρας, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων οὐκ ἐρυθριῶντες λέγειν τὰ διὰ σφῶν τεχνουργούμενα; καθίκοντο δὲ μωρίας εἰς τοῦτό ποτε ὡς ἐν καυχημάτων τάξει ποιεῖσθαι λοιπὸν τὰς ἀνοσίους τεκνοσφαγίας, οἴεσθαι δὲ ὡδὶ λιπαρωτάτην ἀνάπτειν τὴν θυσίαν αὐτοῖς. καὶ οὐ μέχρι τούτων τὰ τῆς δυσσεβείας ἐπράττετο τοῖς ἐξ Ἰσραήλ· προσθήκην δὲ ὥσπερ τινὰ τοῖς τολμήμασιν ἀεὶ προσεπάγοντες τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀχάλινον ἀποφοίτησιν οὐ μετρίως ἐφ’ ἑαυτοῖς κατηρέθιζον εἰς ὀργὰς καίτοι χρηστὸν ὄντα τὸν νομοθέτην. ἐπειδὴ δὲ τὴν ἐπ’ αὐτῷ δουλείαν ἀπεσείοντο νεανικῶς, μεθίει λοιπὸν καὶ πλεονεκτεῖσθαι καὶ παρ’ ἐχθρῶν καὶ πρὸς ἀναγκαίαν ἤδη πως ἀποφέρεσθαι θητείαν, τὴν ὑπὸ Χαλδαίοις φημὶ καὶ Βαβυλωνίοις. οἱ μὲν γὰρ ἧκον τὰ οἴκοι μεθέντες ἐξανδραποδισόμενοί τε αὐτοὺς καὶ τὴν ἁγίαν καὶ διαβόητον ἐμπρήσοντες πόλιν, ἔρεσθαι δὲ μόλις τοῖς πολεμουμένοις ἐδόκει τὸν προφήτην Ἱερεμίαν τὸ ὅποιπερ ἂν αὐτοῖς ἐκτελευτήσειε τὸ κακόν. καὶ εἶπε, φησίν, Ἱερε μίας· οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν· τάδε λέγει κύριος· ἰδού, ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικὰ, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους εἰς τὸ μέσον τῆς πόλεως ταύτης. καὶ πολεμήσω ὑμᾶς ἐγὼ ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης. καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται. εἶτα μεθ’ ἕτερα· καὶ πρὸς τὸν λαόν, φησίν, τοῦτον ἐρεῖς· τάδε λέγει κύριος· ἰδού, ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου. ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται. καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκύλα καὶ ζήσεται. διότι ἐστήρισα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθὰ εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται καὶ κατακαύσει αὐτὴν ἐν πυρί. Συνίης οὖν, ὅτι ταῖς εἰς ἄγαν ἀτοπίαις καταλυποῦντες θεόν, ἐσόμεθα μὲν οὐχ οἷοί τε ταῖς τῶν ἐχθρῶν εὐσθενείαις ἀντιπράττειν οἱ δείλαιοι, ἐγκειμένης δὲ ὥσπερ καὶ καταθρωσκούσης ἡμῶν τῆς θείας ὀργῆς, δοῦλοι μὲν ἀντ’ ἐλευθέρων ἐσόμεθα, ἀκλεᾶ δὲ καὶ ἐλεεινὸν διαζήσομεν βίον. Β. Εὖ λέγεις. Α. Ἀποφέρει μὲν γὰρ ὁ τοῦ θεοῦ νόμος πρὸς ἀμώμητον πολιτείαν τὸν τρυφερὸν καὶ εὐήνιον, λύχνος δὲ ὥσπερ τις ἑκάστῳ γίνεται πρὸς τὴν τοῦ χρησίμου τε καὶ ἀναγκαίου παράδειξιν· καὶ αἰδοῖ μὲν τῇ πρὸς αὐτὸν ἡττώμενος διαβιῴη τις ἂν οὐκ ἀθαυμάστως, οἶμαί που, καὶ καθάπερ ἁγίαν κατοικήσει πόλιν τὸ ἐρηρεισμένον εἰς ἀρετὴν καὶ βεβηκὸς εἰς εὐλάβειαν. εἰ δὲ δή τις ἕλοιτο καθάπερ τινὰ δρυμόν τε καὶ ὕλην εὐανθῆ τε καὶ εὔξυλον εἰσβάλλειν ἑτοίμως εἰς τὰς κοσμικὰς ἡδονὰς καὶ τέρψεσι ταῖς κατὰ τὸν βίον ἐμφιλοχωρεῖν καὶ οἱονεί πως εἰδώλων ἐσμὸν εἰς νοῦν καὶ καρδίαν εἰσδέχεσθαι τὴν πολύμορφον ἡδονὴν καὶ θυμιᾶν τοῖς δαίμοσι τοὺς τῆς ἑαυτοῦ προθυμίας καρπούς, τότε δή, τότε καὶ σφόδρα εἰκότως, ἀπολισθήσειεν ἂν φειδοῦς τῆς ἄνωθεν καὶ ἑτοιμοτάτη λίαν προκείσεται θήρα τοῖς ἐθέλουσιν ἑλεῖν. πόλεως δὲ ὥσπερ ἁγίας ἐξωθούμενος τῆς ἐν ἀρχαῖς εὐκοσμίας κατοιχήσεται λοιπὸν καθάπερ ἐξ ἀναγκαίου ζυγοῦ πρὸς τὸ τοῖς κρατοῦσι δοκοῦν καὶ μακρὰν ἔσται θεοῦ, κατά γε τὸν τῆς διαθέσεως τρόπον, μετοικισμὸν ὑπομένων τὸν εἰς Βαβυλῶνα, τοῦτ’ ἔστι τὸν ἐπέκεινα τερμάτων γῆς ἁγίας, ἐν ᾗ γνωστὸς ὁ θεὸς καὶ μέγα τὸ ὄνομα αὐτοῦ. τοιγάρτοι διακεκράγασιν οἱ τὸν οὕτω σκληρὸν ὑπομένοντες πόνον καὶ εἰς χεῖρας πεσόντες ἐχθρῶν καὶ τὴν παρ’ ἐκείνοις δίαιταν ὡς ἀνδραποδώδη καὶ οἰκετικὴν οὐ φέροντες· ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιών. νοσεῖ γὰρ οἶμαί τι τοιοῦτον ὁ ἀνθρώπινος νοῦς. Β. Τὸ τί δὴ φής; Α. Ῥάθυμος μὲν γὰρ καὶ ἀναπεπτωκὼς ἀεί πως ἐστὶν εἰς ἐπιθυμίαν τῶν ἐν χερσὶν ἀγαθῶν, ἐφίεται δὲ οὐ λίαν ὧνπερ ἂν ἔχοι τὴν ἐξουσίαν. εἰ δὲ δή τις γένοιτο μετάκλισις ἐπὶ θάτερα, καὶ ὧν ἂν ἔχοι λαμπρῶν τητᾶσθαι παρῇ, τότε δὴ μόλις αἰσθάνεται παθών, ὃ παντὶ δὴ σθένει διακρούεσθαι ἐχρῆν καὶ οὐ διὰ πείρας ἥκειν ἐᾶν προαναιροῦντα τὴν ἔφοδον. Β. Ἀληθές. Α. Ἀναγκαῖον οὖν ἄρα καὶ σοφὸν καὶ τῶν ὅ τι μάλιστα λυσιτελεστάτων τὸ προαναιρεῖν εὖ μάλα τὰ μοχθηρὰ καὶ τῆς ἀβουλήτου θητείας τὴν ἔφοδον καὶ προαπονεύειν πειρᾶσθαι γοργῶς τά, ὧν εἰ γένοιτο πρὸς πεῖραν ἐλθεῖν, ἐν παντὶ κεισόμεθα κακῷ. Β. Ὧδε ἔχει.