# De adoratione et cultu in spiritu et ueritate 7.1

Cyrillus, De adoratione et cultu in spiritu et ueritate, Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-adoratione-et-cultu-in-spiritu-et-ueritate/7.1

Α. Καὶ εἰ μὲν ἐκ θείας ὀργῆς ὁ τῆς ἀναγκαίου δουλείας ἡμῖν ἐπιφέροιτο ζυγὸς καὶ μὴν καὶ τὸ δεῖν εἰς ἀδόκιμον καθικέσθαι νοῦν, ἀντιφέρεσθαι μὲν οὖν οὐ ῥᾷον. φαίην δ’ ἂν εἶναι χρήσιμον κἂν γοῦν τὸ διαμεμνῆσθαι μόνον, ἐξ οἵων εἰς οἷα μετακεκλίμεθα, καὶ κατολοφύρεσθαι πικρῶς τὴν παράβλεψιν καὶ τῆς ἄνωθεν ἐπικουρίας τὴν σπάνιν· ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Θείας δὲ ἡμῖν οὐκ ἐπηρτημένης ὀργῆς, ἀλλ’ ἐνὸν ἐπ’ ἐξουσίας ἑλέσθαι τε καὶ δρᾶν τὸ δοκοῦν καὶ τὴν ἐπ’ ἄμφω ῥοπήν - τήν τε εἰς τὸ φαῦλον, φημί, καὶ τὴν εἰς τὸ ἀγαθόν - ἀνειμένην πως ἔτι καὶ ἀκαταβίαστον παντελῶς διακεκτῆσθαι παρόν, παραιτητέον γεννικῶς τὸν ὡς ἐν φαυλότητι μαλακισμόν· οἶμαι δὲ δεῖν ἀποσείεσθαι φιλεῖν τὰς ἐπ’ ἐχθροῖς ἡδονὰς καὶ τὸ ὑπὸ χεῖρα πράττειν ἐχθρῶν, οἳ κατάρχειν λέγονται τοῦ αἰῶνος τούτου, κἂν εἰ προσίοι τὸ χρῆμα τυχὸν εὐημερίας οὐκ ἀμοιροῦν - εὐημερίας δέ φημι τῆς ἐν κόσμῳ τετιμημένης· εἰς αἰσχρὸν γὰρ πάντως καὶ ἀκαλλὲς καταστρέφει τέλος. Β. Πῶς ἔφης; Α. Βούλει λέγωμεν ἐξ ἀρχαίων ἑλόντες παραδειγμάτων; Β. Καὶ μάλα. Α. Λιμοῦ κατατήκοντος τοὺς ἀνὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν γῆν καθικέσθαι πρὸς Αἰγυπτίους τοῖς ἐξ Ἰακὼβ ἐδόκει, νεανίαι δὲ ἦσαν τὸν ἀριθμόν που δέκα, καὶ ὁ τῆς ἀποδημίας σκοπὸς τὸ ἐκπρίασθαι τροφάς, καὶ ἕτερον ἦν οὐδέν. ἐπειδὴ δὲ ἧκον εἰς τοῦτο καὶ κατεγνωρίζοντο λοιπὸν ὡς ἀδελφοὶ σιτοδοτοῦντι τότε καὶ ἐξάρχοντι τῆς Αἰγυπτίων τῷ Ἰωσήφ, εἰς οὖς τὸ πραχθὲν ἐδέχετο Φαραώ· καὶ εἶπε, φησί, Φαραὼ πρὸς Ἰωσήφ· εἶπον τοῖς ἀδελφοῖς σου· τοῦτο ποιήσατε· γεμίσατε τὰ πορεῖα ὑμῶν καὶ ἀπέλθετε εἰς γῆν Χαναάν, καὶ παραλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς. σὺ δὲ ἔντειλαι ταῦτα λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξὶ καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν· τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται. ὁ μὲν οὖν τῆς Αἰγυπτίων ἡγούμενος τούτοις ἀνάπαυλαν καὶ τρυφὴν καταπιαίνειν εὖ μάλα κατεπήγγελτο καὶ μὴν καὶ ἁμάξας ἐχαρίζετο, καταλεαίνων οἶμαί που τοῖς ὀκνοῦσι τὴν κάθοδον. οἱ δὲ πανοικὶ κατέβαινον εὐθὺς τὴν πρόσκαιρον τῶν ἐδωδίμων ἀπόλαυσιν, οὐκ οἶδ’ ὅπως προτετιμηκότες γῆς τε καὶ χώρας δοθείσης παρὰ θεοῦ· ἦν γὰρ δή που παρὰ πολὺ κρεῖττόν τε καὶ ἄμεινον τὸ ἐκείνην νέμεσθαι, καὶ εἰ οὐ βραχεῖ τὸ χρῆμα κατωρθοῦτο πόνῳ. ἐπειδὴ δὲ ἧκον εἰς Αἴγυπτον, ᾤοντο μὲν ἴσως καὶ διαδράναι λοιπὸν τοὺς οἴκοι πόνους, οἷς καὶ τῶν παραυτίκα τερπνῶν ἡ αἴσθησις ἡδεῖά πως ἦν αὐτοῖς. Διέρποντος δὲ τοῦ χρόνου τὸν ἀκλεᾶ τῆς δουλείας ὑποτρέχει ζυγὸν ἡ ἄνωθέν τε καὶ ἐκ πατέρων εὐγενὴς καὶ ἐλευθέρα πληθύς. οὐκοῦν εἰ προσίοι μετ’ εὐημερίας κοσμικῆς τὸ προσπίπτειν εἰς τὰ αἰσχίω, παραιτητέον, ὦ τᾶν, εἴπερ ἐστὶ παρ’ ἡμῖν ἐν λόγῳ τὸ ἐλεύθερον, βδελυρὸν δὲ καὶ ἀπηχθισμένον τὸ δουλοπρεπὲς χρῆμά τε καὶ φρόνημα. Β. Ἄριστα ἔφης.

---

Cyrillus Alexandrinus, De adoratione et cultu in spiritu et ueritate, ed. Barbara Villani Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg096.local002/.
