# De adoratione et cultu in spiritu et ueritate 8.1

Cyrillus, De adoratione et cultu in spiritu et ueritate, Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-adoratione-et-cultu-in-spiritu-et-ueritate/8.1

Α. Τί δέ, οὐχὶ κἀκεῖνό φαμεν, οὐ μετρίαν ὥς γέ μοι δοκεῖ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις συνωδῖνον τὴν ὄνησιν; Β. Τὸ ποῖόν τι φής. Α. Ῥαψάκης ὁ Βαβυλώνιος τῶν Ἀσσυρίων ὁ στρατηγὸς ἀριθμοῦ κρείττονα δορυφόρων ποτὲ πληθὺν ἐπεσύρετο ἧκέ τε πολιορκήσων, μᾶλλον δὲ καὶ λίαν ἀμογητὶ πᾶσαν ἐκ βάθρων αἱρήσειν ὑπειληφὼς τὴν ἁγίαν πόλιν. εἶτα προεσάλευε τῶν ὅπλων τὴν οὐκ ἀμελέτητον αὐτῷ, κατειθισμένην δὲ σφόδρα κατὰ τοῦ θεοῦ γλωσσαλγίαν. μυρία δὲ ὅσα παλίμφημα λέγων προσεπεφώνει τὸ τελευταῖον τοῖς τὴν ἁγίαν οἰκοῦσι πόλιν· τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μὲ καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς αὐτοῦ καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν, ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων. ἄθρει δὴ οὖν, ὅτι καὶ αὐτὸς ἐπαγγέλλεται τὴν ὑπ’ ἀμπέλῳ τε καὶ συκῇ τρυφήν τε καὶ τέρψιν; προσετίθει δέ, ὅτι καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν. Β. Ἀλλὰ τί ἂν βούλοιτο ταῦτα δηλοῦν, εἰ πρὸς θεωρίαν ἄγοιτο τὴν πνευματικήν; Α. Κατὰ διττὸν οἶμαι τρόπον ἡ τῆς φαυλότητος ἐν ἡμῖν ἀποπεραίνεται δύναμις. ἢ γὰρ ταῖς θύραθεν ἡδοναῖς ἢ ταῖς ἐμφύτοις καὶ ἐν ἡμῖν ὑπό τε σφῶν αὐτῶν καὶ μὴν καὶ ἑτέρων ἐντρυφᾶν ἀναπειθόμενοι πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων διωλισθηκότες ἁλοῖεν ἂν οἱ πρὸς ἁμαρτίαν εὔκολοι. ἐκδείξειε δ’ ἂν καὶ τοῦτο ἡμῖν, ὡς ἔστιν ἀληθές, τοῦ σωτῆρος ὁ μαθητής ὡδί πη λέγων, ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου. ἔμφυτος γὰρ καὶ ἐν ἡμῖν αὐτοῖς ἐρριζομένη καὶ μένουσα τῆς σαρκὸς ἡ ἐπιθυμία, νόμον δὲ αὐτὴν ἁμαρτίας καὶ ὁ θεῖος ἡμῖν ὠνόμαζε Παῦλος, ἐνοικοῦντα τοῖς μέλεσι τῆς σαρκός. τέρψεις δὲ καὶ ἡδοναὶ θύραθέν τε καὶ εἰσπεποιημέναι τὰ δι’ ὀμμάτων. θαυμάζεται γὰρ τὰ ἐκ πλούτου δι’ ὀφθαλμῶν καὶ μὴν καὶ εὐιματίαι καὶ τά, οἷς ἂν προσκέοιντό τινες, ὡς ἡδίστην ἔχοιεν τὴν ἀπόλαυσιν ψῆφον αὐτοῖς οὐκ ἀγεννῆ δωρούμενοι. οὐκοῦν ἄμπελος μὲν καὶ συκῆ τῆς ἔξωθέν τε καὶ εἰσπεποιημένης τέρψεώς τε καὶ τρυφῆς εἶεν ἂν εἰς τύπον ὁμοῦ τῶν ἐν κόσμῳ πραγμάτων τὸ πρόσκαιρόν καὶ εὐμάραντον ἀστείως καταδεικνύουσαι καὶ σὺν τῷδε τὸ γλυκὺ μετὰ τοῦ σκοτοῦν εἰωθότος. τρυφὴ μὲν γὰρ ἅπασα κοσμικὴ γλυκεῖαν μὲν ἔχει τὴν παραυτίκα μέθεξιν, σκοτοῖ δὲ δὴ λίαν καὶ ἐκμεθύσκει δεινῶς τὸν εἰσδεδεγμένον αὐτήν. Εἰκὼν δὲ ὁ λάκκος τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν κινημάτων. οὐ γὰρ εἰσποιητὰ ταυτὶ καθάπερ ἐκεῖνα, πηγάζει δὲ ὥσπερ ἐν ἡμῖν ἐξ αὐτῆς ἀναβρύοντα τῆς σαρκός. τούτων οὖν ἁπάντων φυσικῶν τε καὶ ἐπακτῶν ἐλευθέραν ἡμῖν τὴν μέθεξιν καὶ πλατεῖαν κομιδῇ τὴν ἀπόλαυσιν ἔσεσθαί φασιν αἱ πονηραὶ δυνάμεις, εἰ καθάπερ ἁγίαν καὶ ἀκατάσειστον καταλελοιπότες πόλιν τὴν ἐγκράτειαν προσχωρήσαιμεν τῷ βασιλεῖ Βαβυλῶνος, ὃς ἦν ἐν τύπῳ τοῦ Σατανᾶ. Ἀλλ’ ὁ μὲν Ῥαψάκης τὸ παραυτίκα τερπνὸν ἀνεῖναί τε αὐτοῖς καὶ ἐπιδώσειν ἐπηγγέλλετο προσκεχωρηκόσι τοῖς Βαβυλωνίοις, οἱ δὲ οὐκ ἐπείθοντο φρονοῦντες ὀρθῶς. ἕψεται γὰρ πάντως τῷ θέλειν ἑλέσθαι τὰ κοσμικὰ τὸ χρῆναι πεσεῖν εἰς ἀνεθέλητον δουλείαν καὶ ἐν δορυκτήτων γενέσθαι τάξει.

---

Cyrillus Alexandrinus, De adoratione et cultu in spiritu et ueritate, ed. Barbara Villani Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg096.local002/.
