Ancient Greek · ~7 min
Volume 77
Cyrillus Theol., De exitu animi (homilia diversa 14) 77.1072
Not analysed yet
ΟΜΙΛΙΑ ΙΔʹ Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας. Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι. Φοβοῦμαι τὴν γέενναν, ὅτι ἀτελεύτητός ἐστι. Φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης. Φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός. Φοβοῦμαι τὸν σκώληκα τὸν ἰοβόλον, ὅτι ἀτελεύτητός ἐστι. Φοβοῦμαι τοὺς ἀγγέλους τοὺς ἐπὶ τῆς κρίσεως, ὅτι ἀνελεήμονές εἰσι. Φοβοῦμαι ἐννοῶν τῆς ἡμέρας ἐκείνης τὸ φοβερὸν καὶ ἀδέκαστον δικαστήριον, τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον. Φοβοῦμαι τὸν ποταμὸν τοῦ πυρὸς, τὸν πρὸ τοῦ βήματος ἐκείνου συρόμενον, καὶ σφοδροτάτῃ κατακλάζοντα τῇ φλογὶ, τὰς ἠκονημένας ῥομφαίας. Φοβοῦμαι τὰς ἀποτόμους τιμωρίας. Φοβοῦμαι τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος. Φοβοῦμαι τὸν ζόφον τὸν ἀφεγγῆ. Φοβοῦμαι τὸ σκότος τὸ ἐξώτερον. Φοβοῦμαι τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν κλαυθμὸν τὸν ἀπαραμύθητον. Φοβοῦμαι τοὺς ἀφύκτους ἐλέγχους· οὐδὲν γὰρ κατηγόρων δεῖται ὁ δικαστὴς ἐκεῖνος, οὔτε μαρτύρων, οὔτε ἀποδείξεων, οὔτε ἐλέγχων· ἀλλ' ὅσα ἐπράξαμεν, καὶ ἐλαλήσαμεν, καὶ ἐβουλευσάμεθα, φέρει εἰς μέσον πρὸ τῶν ὀφθαλμῶν τῶν πεπλημμεληκότων. Τότε οὐδεὶς ὁ παριστάμενος, καὶ ἐξαρπάζων τῆς τιμωρίας, οὐ πατὴρ, οὐ μήτηρ, οὐχ υἱὸς, οὐχὶ θυγάτηρ, οὐκ ἄλλος τις τῶν συγγενῶν, οὐ γείτων, οὐ φίλος, οὐ συνήγορος, οὐ χρημάτων δόσις, οὐ πλούτου περιουσία, οὐ δυναστείας ὄγκος· ἀλλὰ ταῦτα πάντα ὥσπερ κόνις εἰς σποδὸν ἐλήλαται, καὶ μόνος κρινόμενος ἀπὸ τῶν αὐτῷ πεπραγμένων, τὴν ἐλευθεροῦσαν, ἢ τὴν καταδικάζουσαν ὑπομένει ψῆφον. Οἴμοι. οἴμοι. τῆς συνειδήσεως ἐλεγχούσης με, καὶ τῆς γραφῆς βοώσης, καὶ διδασκούσης με· ὦ ψυχὴ, τῶν μιασμάτων, καὶ παρὰ σοὶ ἐβδελυγμένων ἔργων. Οἴμοι, ὅτι τὸν ναὸν τοῦ σώματος ἔφθειρα, καὶ τὸ ἅγιόν σου Πνεῦμα ἐλύπησα. ὦ Θεὲ, ἀληθινά σου τὰ ἔργα, καὶ δικαία ἡ κρίσις σου, καὶ εὐθεῖαι αἱ ὁδοί