Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De exitu animi (homilia diversa 14) 77.1076
Not analysed yet
ὄσφρησις ὀσμῆς τε εὐώδους ἀλειμμάτων, καὶ ἡδονικῆς ὀσφρήσεως, ἅπερ γυναιξὶ θυμελικαῖς, καὶ ἑταίραις πρέπουσι. Πέμπτον τελώνιον, ὅσα δι' ἁφῆς χειρῶν πονηρὰ καὶ χαλεπὰ ἐπράχθησαν· καὶ τὰ λοιπὰ τῆς κακίας τελώνια, φθόνου τε καὶ ζήλου, κενοδοξίας τε καὶ ὑπερηφανίας, πικρίας καὶ ὀργῆς, ὀξυχολίας τε καὶ θυμοῦ, πορνείας, καὶ μοιχείας, καὶ μαλακίας, φόνου τε καὶ φαρμακείας, καὶ τῶν λοιπῶν θεοστυγῶν καὶ μιαρῶν πράξεων· ὧν ἐν τῇ παρούσῃ ὥρᾳ οὐκ ἔνι λεπτομερῶς διηγήσασθαι· ἀλλ' ἐν ἑτέρῳ καιρῷ ταμιευέσθω· καὶ ἁπλῶς οὕτως καθεξῆς ἕκαστον πάθος ψυχῆς, καὶ πᾶν ἁμάρτημα ἰδίους τελώνας ἔχει, καὶ φορολόγους. Ψυχὴ οὖν ἡ ταῦτα καὶ μείζονα, καὶ πλείονα τούτων θεωροῦσα, ὁποῖον φόβον, καὶ τρόμον, καὶ κλόνον δοκεῖς ἔχειν, ἕως ὅτου ἡ ἀπόφασις ἔλθῃ, καὶ ἡ ἐλευθερία αὐτῆς γένηται; Ἐκείνη ἐστὶν ἡ ὥρα ἐπόδυνος, καὶ ἐπικίνδυνος, καὶ πολυστένακτος, καὶ ἀπαραμύθητος, ἕως ἂν ἴδῃ τί τὸ ἀποβησόμενον. Αἱ γὰρ θεῖαι δυνάμεις ἵστανται, καὶ πρόσωπον τῶν ἀκαθάρτων πνευμάτων· καὶ αὗται τὰς καλὰς αὐτῆς ἐπιφέρουσι πράξεις, διά τε λόγων. καὶ ἔργων, καὶ λογισμῶν, καὶ ἐννοιῶν· κατανοεῖ ἡ ψυχὴ μέσον ἱσταμένη ἐν φόβῳ καὶ τρόμῳ, ἕως οὗ ἐκ τῶν πράξεων, καὶ τῶν ἔργων, καὶ λόγων αὐτῆς, ἡ κατακριθεῖσα δεσμευθῇ, ἢ δικαιωθεῖσα ἐλευθερωθῇ (τῶν ἰδίων γὰρ ἁμαρτημάτων ἕκαστος ταῖς σειραῖς σφίγγεται)· καὶ ἐὰν ᾖ ἀξία, εὐσεβῶς ζήσασα, καὶ θεαρέστως βιώσασα, παραλαμβάνουσιν αὐτὴν ἄγγελοι· καὶ λοιπὸν ἀμέριμνος οὖσα, πορεύεται ἔχουσα συνοδοιπόρους τὰς ἁγίας δυνάμεις, κατὰ τὸ γεγραμμένον· «Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.» Τότε πληροῦται τὸ εἰρημένον· «Ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός.» Τότε ἀπαλλαγεῖσα τῶν πονηρῶν καὶ σαπρῶν καὶ φοβερῶν πνευμάτων ἐκείνων, πορεύεται εἰς ἐκείνην τὴν ἀνεκλάλητον χαράν. Ἐὰν δὲ εὑρεθῇ ἐν ἀμελείᾳ καὶ ἀσωτίᾳ ζήσασα, ἀκούει τὴν δεινοτάτην ἐκείνην φωνήν· «Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.» Τότε αὐτὴν καταλαμβάνουσιν ἡμέραι ὀργῆς, καὶ θλίψεως, καὶ ἀνάγκης, καὶ στενοχωρίας, ἡμέρα σκότους καὶ γνόφου· τότε ἀφέντες αὐτὴν οἱ ἅγιοι τοῦ Θεοῦ ἄγγελοι, παραλαμβάνουσιν αὐτὴν οἱ Αἰθίοπες ἐκεῖνοι δαίμονες, καὶ τύπτοντες αὐτὴν ἀνηλεῶς κατάγουσιν εἰς τὴν γῆν· καὶ διχάσαντες αὐτὴν, ῥίπτουσιν αὐτὴν δεδεμένην δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτηρίοις, καὶ φυλακαῖς τοῦ ᾅδου· ἔνθα τυγχάνουσιν ἀποκεκλεισμέναι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν, τῶν ἀπ' αἰῶνος κεκοιμημένων, καθώς φησιν ὁ Ἰακώβ· εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς γῆν σκότους αἰωνίου οὐκ ἐπίφεγγος, οὐδὲ ζωὴ βροτῶν, ἀλλ' ὀδύνη αἰώνιος, καὶ λύπη ἀτελεύτητος, καὶ κλαυθμὸς ἄπαυστος, καὶ βρυγμὸς ὀδόντων ἀσίγητος, καὶ στεναγμοὶ ἀκοίμητοι· ἐκεῖ οὐαὶ διαπαντὸς, ἐκεῖ οἴμοι, οἴμοι. ἐκεῖ κράζουσι, καὶ οὐκ ἔστιν ὁ βοηθῶν· βοῶσι, καὶ οὐδείς ἐστιν ὁ ῥυόμενος· οὐκ ἔστι διηγήσασθαι τὴν ἀνάγκην ἐκείνην· οὐκ ἔστιν εἰπεῖν διὰ γλώττης τὰς ὀδύνας τῶν ἐκεῖσε