# De exitu animi (homilia diversa 14) 77.1080

Cyrillus, De exitu animi (homilia diversa 14), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-exitu-animi-homilia-diversa-14/77.1080

δὲ ταῦτα, καὶ τὴν τῶν ἁμαρτωλῶν ἀτελεύτητον κόλασιν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἴα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας. Οἵα ἐντροπὴ λήψεται αὐτοὺς ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ βασιλέως. Οἷον σκότος ἐπιπέσει ἐπ' αὐτοὺς, ὅταν λαλήσῃ πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξῃ αὐτούς· ὅταν εἴπῃ πρὸς αὐτούς· «Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Οἴμοι. οἴμοι. οἵαν θλῖψιν, καὶ ὀδύνην, καὶ στενοχωρίαν, καὶ φόβον, καὶ τρόμον δέξεται τὰ πνεύματα αὐτῶν, ὅταν γένηται κραυγὴ πασῶν τῶν ἐπουρανίων δυνάμεων, λεγόντων· Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην. οὐαὶ, οὐαί. οἷον μέλος ἀλαλάξουσι θρηνοῦντες, καὶ πενθοῦντες, καὶ ὀλολύζοντες, κοπτόμενοι, ἀπαγόμενοι κολασθῆναι πικρῶς εἰς ἀτελευτήτους αἰῶνας. Οἴμοι, οἴμοι. οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁ καλούμενος Τάρταρος, ὃν καὶ αὐτὸς ὁ διάβολος φρίττει. οὐαὶ, οὐαὶ. οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου, καίοντος καὶ μὴ φωτίζοντος. οἴμοι, οἴμοι. οἷός ἐστιν ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ. οὐαὶ, οὐαί. οἷον δεινόν ἐστιν τὸ σκότος ἐκεῖνο τὸ ἐξώτερον, καὶ ἀεὶ μένον. οἴμοι, οἴμοι. οἶοί εἰσιν οἱ ἄγγελοι ἐκεῖνοι, οἱ ἐπὶ τῶν κολάσεων ἄσπλαγχνοι καὶ ἀνελεήμονες. ὀνειδίζουσι γὰρ, καὶ ἐπιπλήττουσι δεινῶς. Τότε οἱ κολαζόμενοι κράζουσιν ἐκτενῶς, καὶ ὁ σώζων οὐκ ἔστιν· κεκράξονται γὰρ πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτούς· τότε γνώσονται, ὅτι μάταια αὐτοῖς ἀπῄει πάντα τὰ βίου· καὶ ἂ ἐδόκουν ἐνταῦθα χρηστὰ εἶναι, καὶ χαρμονῆς πλήρη, χολῆς καὶ ἰοῦ πικροῦ πικρότερα εὑρεθήσονται. Οὐαὶ τοῖς ἁμαρτωλοῖς. ὅταν οἱ δίκαιοι ἐκ δεξιῶν ἵστανται, κἀκεῖνοι θλίβονται· ὅταν οἱ ἁμαρτωλοὶ πενθῶσι, καὶ οἱ δίκαιοι χαίρωσιν· ὅταν οἱ δίκαιοι ἑορτάζουσι, καὶ οἱ ἁμαρτωλοὶ ὀδύρονται· ὅταν οἱ δίκαιοι ἐν γαλήνῃ, καὶ οἱ ἁμαρτωλοὶ ἐν χειμῶνι καὶ συμφορᾷ. Οὐαὶ τοῖς ἁμαρτωλοῖς. ὅταν οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι καταδικάζονται· οὐαὶ τοῖς ἁμαρτωλοῖς. ὅταν οἱ δίκαιοι κορέννυνται παντὸς ἀγαθοῦ, καὶ οἱ ἁμαρτωλοὶ ὑστερούμενοι στενάζουσιν. Οὐαὶ τοῖς ἁμαρτωλοῖς. ὅταν οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι ὀνειδίζονται. Οἱ δίκαιοι ἐν ἁγιασμῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐμπρησμῷ· οἱ δίκαιοι ἐγκωμιάζονται, οἱ δὲ ἁμαρτωλοὶ ταλανίζονται· οἱ δίκαιοι ἐν μοναῖς ἁγίων, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐξορίᾳ αἰωνίᾳ· οἱ δίκαιοι ἀκούσονται τὸ, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Οἱ δὲ ἁμαρτωλοὶ ἀκούσουσι τὸ, «Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Οἱ δίκαιοι εἰς παράδεισον, οἱ ἁμαρτωλοὶ εἰς τὸ πῦρ τὸ ἄσβεστον· οἱ δίκαιοι τρυφῶσιν, οἱ ἁμαρτωλοὶ τρύχονται. Οἱ δίκαιοι χορεύουσιν, οἱ δὲ ἁμαρτωλοὶ δεσμοῦνται. Οἱ δίκαιοι ᾄδουσιν, οἱ ἁμαρτωλοὶ θρηνοῦσιν. Οἱ δίκαιοι τὸ τρισάγιον, οἱ ἁμαρτωλοὶ τὸ τρισάθλιον. Οἱ δίκαιοι τὸ ᾆσμα, οἱ ἁμαρτωλοὶ τὸ χάσμα.

---

Cyrillus Theol., De exitu animi (homilia diversa 14). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg119.local001/.
