# De incarnatione unigeniti 681

Cyrillus, De incarnatione unigeniti, Page 681. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-incarnatione-unigeniti/681

ταῖς σφῶν αὐτῶν ἀμαθίαις, ἀπρὶξ μὲν ἐξέχεσθαι τῶν ἱερῶν Γραμμάτων, τὴν δὲ ἀπλανῆ τῶν ἁγίων διᾴττοντας τρίβον ἐπ' αὐτὴν ἰέναι τὴν ἀλήθειαν. Εἴη γὰρ ἂν οὐχ ἕτερον, οἶμαι, τὶ τὸ τῆς εὐσεβείας μυστήριον ἢ αὐτὸς ἡμῖν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὃς ἐφανερώθη ἐν σαρκί. Γεγέννηται γὰρ διὰ τῆς ἁγίας Παρθένου, μορφὴν δούλου λαβών. Ὤφθη δὲ καὶ ἀγγέλοις, οἳ γεννηθέντα καταγεραίρουσι, «Δόξα, τέ φασιν, ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Καὶ μὴν τοῖς ποιμέσι κατασημαίνοντες τὸν δι' ἡμᾶς ἐν σαρκὶ Θεὸν Λόγον· «Ἰδοὺ δή, φασίν, ἐγεννήθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαυείδ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.» Εἰ δὲ τόκος ὁ διὰ Παρθένου, καὶ φανέρωσις ἐν σαρκί, πῶς οὐκ ἀδρανὴς εἰκαιομυθία, πῶς δὲ οὐχὶ μανία καὶ λῆρος τὸ τῆς δοκήσεως ὄνομα τῆς οὕτω παχείας καὶ ἐναργοῦς καταγράφειν οἰκονομίας; Εἰ γὰρ σκιὰ καὶ δόκησις ἦν, καὶ οὔτε σάρκωσις ἀληθῶς, οὔτε μὴν τέτοκεν ἡ Παρθένος, οὐκ ἐπελάβετο «σπέρματος Ἀβραὰμ» ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ ὡμοιώθη τοῖς ἀδελφοῖς. Σκιὰ γὰρ οὔτι που τὰ καθ' ἡμᾶς, ἢ δόκησις, ἀλλ' ἐσμὲν ἐν σώμασιν ἁπτοῖς τε καὶ ὁρατοῖς, καὶ τὴν γηγενῆ δὴ ταύτην σάρκα κατημφιεσμένοι, καὶ φθορᾶς καὶ παθῶν ἡττήμεθα. Οὐκοῦν, εἰ μὴ γέγονε σὰρξ ὁ Λόγος, οὐδὲ «ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Οὐδὲ γὰρ ἄν τι πάθοι σκιά. Οἴχεται δὴ οὖν τὸ σύμπαν ἡμῖν εἰς τὸ μηδὲν ἀληθῶς. Ποῖον γὰρ ἔτι νῶτον δέδωκεν ὑπὲρ ἡμῶν; Ἢ ποίαν τοῖς παίουσι παρειὰν ὑποστρώσας, πρὸς τὰς ἐκ τῶν Ἰουδαίων διεκαρτέρει πληγάς; Ἥλοις δὲ διαπεπάρθαι χεῖράς τε καὶ πόδας τὸν οὐκ ἐν σαρκὶ πεφηνότα, τίνα δὴ τρόπον οἰηθείη τις ἄν; Ἢ ποίαν, εἰπέ μοι, πλευρὰν διανύττοντες οἱ Πιλάτου δορυφόροι, τὸ τίμιον αἷμα συναναβλύζον ὕδατι τοῖς θεωμένοις παρέδειξαν; Καὶ εἰ χρὴ τούτων τὸ ἐπέκεινα λέγειν, οὔτε ἀπέθανεν ὑπὲρ ἡμῶν, οὔτε μὴν ἐγήγερται Χριστός. Οὗ παραδεχθέντος εἰς ἀλήθειαν, κεκένωται μὲν ἡ πίστις, οἴχεται δὲ ὁ σταυρός, ἡ τοῦ κόσμου σωτηρία καὶ ζωή, καὶ διόλωλε παντελῶς ἡ τῶν ἐν πίστει κεκοιμημένων ἐλπίς. Εὖ γὰρ ὧδε ἔχειν ἐδόκει καὶ τῷ μακαρίῳ Παύλῳ· «Παρέδωκα γὰρ ὑμῖν, φησίν, ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς

---

Cyrillus Theol., De incarnatione unigeniti. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg026.local001/.
