# De incarnatione unigeniti 688

Cyrillus, De incarnatione unigeniti, Page 688. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-incarnatione-unigeniti/688

Τὸ ἄρα μὴ ὑφεστάναι τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, ψευδηγόρημα σαθρὸν καὶ φρενὸς ἀπόβρασμα τῆς ἠλιθιωτάτης. Β— Παντελῶς. Μωϋσεῖ γὰρ ἔφασκεν αὐτός· «Ἐγώ εἰμι ὁ ὤν.» Τὸ δὲ ὂν ἀληθῶς οὐκ ἐν ὑποστάσει καθ' ἑαυτὸ σωζόμενον πῶς ἂν νοοῖτό ποτε; Α— Οὐκοῦν τῶν τῇδε διειληφότων καθοριοῦμεν εἰκότως τὸ εἰς ἄκρον ἀμαθές; Β— Πάνυ μὲν οὖν. Α— Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσαιμεν ἄν, ὦ Ἑρμεία, φιλοθηρεῖν εὖ μάλα δεδιδαγμένοι τὸ ἀληθές. Β— Τίνας; Α— Οἳ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα. Σαρκὶ γάρ που μόνῃ, καὶ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχούσῃ κίνησιν ἀμφιεννύντες τὸν Λόγον, παραφέρουσιν εἰς κόσμον, τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῷ Μονογενεῖ. Καταπεφρίκασι γάρ, οὐκ οἶδ' ὅπως ἐρῶ, ἀνθρώπῳ τελείως ἔχοντι, κατά γε τὸν τῆς ἀνθρωπότητος λόγον, τουτέστι τῷ ἐκ ψυχῆς καὶ σώματος ἡνῶσθαι τὸν Λόγον ὁμολογεῖν, τῆς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτάτης πίστεως τὴν παράδοσιν ὀλίγου παντελῶς ἀξιοῦντες λόγου, θελήσει δὲ μόνῃ τῇ κατὰ σφᾶς αὐτούς, καὶ τοῖς ἀνθρωπίνοις δεῖν ἕπεσθαι λογισμοῖς ἀμαθῶς ᾑρημένοι, καὶ φρονοῦντες ἀληθῶς «παρ' ὃ δεῖ φρονεῖν.» Β— Καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος; Α— Ἐγὼ φράσω. Τὸν «Θεοῦ μεσίτην καὶ ἀνθρώπων,» κατὰ τὰς Γραφάς, συγκεῖσθαί φαμεν ἔκ τε τῆς καθ' ἡμᾶς ἀνθρωπότητος, τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ πεφηνότος ἐκ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ Μονογενοῦς. Διϊσχυριζόμεθα δὲ σύνοδον μέν τινα καὶ τὴν ὑπὲρ λόγον συνδρομὴν εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων πεπράχθαι φύσεων. Ἕνα δ' οὖν ὅμως Χριστὸν καὶ Κύριον καὶ Υἱὸν ἐπιγινώσκομεν, ἐν ταὐτῷ καὶ ὑπάρχοντα καὶ νοούμενον Θεόν τε καὶ ἄνθρωπον. Ἀδιάσπαστον δὲ παντελῶς τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα, τὸν αὐτὸν εἶναι πιστεύοντες καὶ μονογενῆ καὶ πρωτότοκον. Μονογενῆ μὲν ὡς ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα, πρωτότοκον δὲ αὖ καθὸ γέγονεν ἄνθρωπος, καὶ «ἐν πολλοῖς ἀδελφοῖς.» Ὥσπερ γὰρ εἷς ἐστι Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, οὕτω καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα. Θεὸν γὰρ ὄντα κατὰ φύσιν ἐπιγινώσκομεν τὸν δι' οὗ τὰ πάντα Λόγον καὶ εἰ γέγονε σάρξ, τουτέστιν ἄνθρωπος. Β— Ὀρθότατα ἔφης. Α— Ἀλλ' οὔτι που σφόδρα ταῖς ἐν ἡμῖν περὶ τούτου δόξαις τὰ ἐκείνων συμφέρεται. Ἕνα μὲν γὰρ ὁμολογουμένως

---

Cyrillus Theol., De incarnatione unigeniti. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg026.local001/.
