# De incarnatione unigeniti 695

Cyrillus, De incarnatione unigeniti, Page 695. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-incarnatione-unigeniti/695

διαμωμήσαιτο φρονεῖν ἑλομένοις ὀρθὸν μὲν οὐδέν, ἐκεῖνα δὲ μᾶλλον ἃ καὶ διὰ τῆς ἁγίας κατεδικάσθη Γραφῆς; Ὧδε γάρ τις ἔφη τῶν Χριστοῦ μαθητῶν· «Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐπ' ἐσχάτου τῶν χρόνων ἐλεύσονται ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί, Πνεῦμα μὴ ἔχοντες.» Β— Οὐ διοριστέον οὖν ἄρα κατ' οὐδένα τρόπον; Α— Οὐμενοῦν. Εἴς γε δὴ μάλιστα τὸ δύο φάναι μετὰ τὴν ἕνωσιν καὶ ἀναμέρος ἑκάτερον ἐννοεῖν. Ἰστέον δ' οὖν ὅτι θεωρεῖ μέν τινα φύσεων διαφορὰν ὁ νοῦς—ταὐτὸν γὰρ οὔ τί που θεότης τε καὶ ἀνθρωπότης—εἰσδέξεται δὲ ὁμοῦ ταῖς περὶ τούτων ἐννοίαις καὶ τὴν ἀμφοῖν εἰς ἑνότητα συνδρομήν. Οὐκοῦν Θεοῦ μὲν ἐξέφυ τοῦ Πατρὸς ὡς Θεός, ἐκ Παρθένου δὲ ὡς ἄνθρωπος. Ὁ γὰρ <ἐκ> Θεοῦ Πατρὸς ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν ἀναλάμψας Λόγος γεγεννῆσθαι λέγεται καὶ διὰ γυναικός, καταφοιτήσας εἰς ἀνθρωπότητα καὶ καθεὶς ἑαυτὸν εἰς ὅπερ οὐκ ἦν, οὐχ ἵνα μείνῃ κεκενωμένος, ἀλλ' ἵνα Θεὸς εἶναι πιστεύηται καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς πεφηνὼς ἐπὶ γῆς, οὐχ ὡς ἐν ἀνθρώπῳ κατοικήσας, ἀλλ' ὡς αὐτὸς κατὰ φύσιν ἄνθρωπος γεγονώς, μετὰ τοῦ τὴν ἰδίαν ἀνασώσασθαι δόξαν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, τὰ πολὺ τῆς ἀλλήλων ὁμοουσιότητος διεστηκότα τε καὶ ἀμετρήτῳ διαφορᾷ διεσχοινισμένα, θεότητά τε καὶ ἀνθρωπότητα, συλλέγων εἰς ἓν οἰκονομικῶς, καὶ ἐξ ἀμφοῖν τὸν ἕνα κατασημαίνων Χριστὸν καὶ Υἱὸν καὶ Θεόν, «Παῦλος δοῦλος, φησίν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις, περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης.» Ἰδοὺ δὴ σαφῶς ἀφωρίσθαι φησὶν ἑαυτὸν εἰς Εὐαγγέλιον Θεοῦ, καίτοι γράφων ἀναφανδόν· «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον.» Καὶ πάλιν· «Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον.» Υἱὸν δὲ αὐτὸν ὀνομάσας Θεοῦ, καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ γεγεννῆσθαί φησιν, ὡρίσθαι τε διϊσχυρίζεται καὶ εἰς Υἱὸν Θεοῦ. Πῶς οὖν, εἰπέ μοι, Θεὸς ὁ ἐκ σπέρματος ἀναφὺς τοῦ Δαυείδ;

---

Cyrillus Theol., De incarnatione unigeniti. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg026.local001/.
