# De incarnatione unigeniti 703

Cyrillus, De incarnatione unigeniti, Page 703. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-incarnatione-unigeniti/703

μου, φησί, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Φάναι δὲ οἶμαι ταυτὶ τὸ τηνικάδε Χριστὸν οὐκ ἀσυντελὲς εἰς ὄνησιν εἰδότα τὸ χρῆμα. Ἐπειδὴ γὰρ ᾤοντο Θεὸν μὲν οὐκ εἶναι κατὰ φύσιν τὸν δι' ἡμᾶς ἐνηνθρωπηκότα, ψιλὸν δὲ ἁπλῶς ἄνθρωπον καθ' ἡμᾶς, ἀπαράδεκτόν τε διὰ τοῦτο τὴν ἐπ' αὐτῷ πίστιν ἐποιοῦντό τινες. Ἀναγκαίως τὸ δεῖμα καὶ τὸν ἐπὶ τούτοις ὄκνον ὑποτεμνόμενος, τῇ τῆς θεότητος φύσει τὴν πίστιν ἀνατιθείς, ὡς ἐν προσώπῳ Πατρός, καὶ οὐχὶ τῇ καθ' ἡμᾶς σμικροπρεπείᾳ προσνέμων, ἔφασκεν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Ἆρ' οὐκ ἴσον εἰπεῖν· Ὦ τῶν ἐμῶν κατήκοοι λόγων, μὴ μικρὰ καὶ χαμαιρριφῆ τὰ εἰς ἐμὲ δοξάζετε· ἴστε δὲ ὅτι τὴν εἰς αὐτὸν ἐμὲ τὸν ὁρώμενον ἐν σαρκὶ προϊέμενοι πίστιν οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἔσεσθε πεπιστευκότες, ἀλλ' εἰς αὐτὸν τὸν Πατέρα, δι' ἐμοῦ τοῦ κατὰ πᾶν ὁτιοῦν ἴσως τε καὶ ἀπαραλλάκτως ἔχοντος Υἱοῦ, σαρκωθέντος μὲν δι' ὑμᾶς, καὶ περίβλημα σμικροπρεπὲς οἰκειουμένου, τὴν ἀνθρωπότητα, τό γε μὴν ἰσοφυές τε καὶ ἰσουργόν, καὶ ἐν ταυτότητι δόξης ἀδιαλώβητον παντελῶς ἔχοντος πρὸς αὐτόν; Β— Ἔοικεν. Α— Ἀναμάθοις δὲ ἂν καὶ ἑτέρως αὐτὸν τὴν πίστιν οὐ διωθούμενον, ἀλλὰ τομῆς τινος δίχα καὶ διαφορᾶς εἰσδεδεγμένον αὐτὴν ὡς ἐν ἰδίῳ προσώπῳ καὶ εἰ γέγονε σάρξ. Ἐπειδὴ γὰρ τὸν ἐκ γενητῆς ἐξιᾶτο τυφλόν, καὶ τὸ γλυκὺ μέν, ἄηθες δ' οὖν ἐνεφύτευσε φῶς αὐτῷ, παρὰ πάντων εἰκότως ἐθαυμάζετο. Ἀλλ' ὁ μὲν τοῦ πάθους ἀπηλλαγμένος παρὰ τοῖς Ἰουδαίοις ἐκρίνετο, καὶ ὡμολόγει τὸν ἰατρόν. Χριστὸς δὲ αὐτῷ περιτυχών, «Σὺ πιστεύεις, ἔφασκεν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Τοῦ δὲ τὸ «Τίς ἐστι, Κύριε, διακεκραγότος, ἵνα πιστεύσω εἰς αὐτόν;» ἀντεφώνει λέγων· «Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.» Ὁ δὲ ἔφη· «Πιστεύω, Κύριε. Καὶ προσεκύνησεν αὐτῷ.» Καίτοι πῶς οὐχ ἅπασι συμφανὲς ὡς ἄποπτος παντελῶς ἡ θεία τε καὶ ἀνωτάτω φύσις; «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε,» κατὰ τὸ γεγραμμένον. Εἴπερ οὖν διιστὰς ἑαυτοῦ τὸ ἀνθρώπινον, ὡς αὐτὸ δὴ τοῦτο πεφηνώς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος γυμνὸς καὶ μόνος ἠξίου πιστεύεσθαι, τί μὴ μᾶλλον τὴν τοῦ Θεοῦ φύσιν ἀναλογίζεσθαι δεῖν, ἥτις ποτέ ἐστι, τὸν εὖ παθόντα διεκελεύετο, παρέδειξε δὲ σωματικῶς, ὡς καὶ αὐτοῖς ὄμμασι καταθεᾶσθαι παρόν;

---

Cyrillus Theol., De incarnatione unigeniti. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg026.local001/.
