# De incarnatione unigeniti 705

Cyrillus, De incarnatione unigeniti, Page 705. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-incarnatione-unigeniti/705

ἀλλὰ τῷ μείζονι καὶ ἀσυγκρίτως ὑπερκειμένῳ προσνέμων ἤδη πως τὰ ἀνθρώπινα. Γεννητοὺς γὰρ Πνεύματος, οὐκ ἀνδρῶν, ἡμᾶς ἔτι χρηματίζειν ἤθελε. Καὶ γοῦν «Πατέρα, φησί, μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.» Οὐκοῦν, ἀμώμητον παντελῶς τὸ πιστεύειν εἰς αὐτόν, μᾶλλον δὲ καὶ τῇ τῶν πλημμελημάτων ἀμνηστίᾳ τετίμηται. Γράφει γὰρ ὧδε πάλιν ὁ ἔκκριτος Παῦλος· «Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν.» Κατοκνήσω δὲ οὐδαμῶς ὅπερ ἤδη φθάσας ἔφην ἀνακυκλήσας εἰπεῖν, ὅτι Χριστὸς Ἰησοῦς οὐ γυμνὸς καὶ καθ' ἑαυτὸν ὁ ἐκ Θεοῦ νοεῖται Λόγος, ἀλλ' ὅτε προσέλαβε τὸ ἀνθρώπινον καὶ ἐνεπλάκη σαρκί. Οὕτως ἔχοντα καὶ ὁρώμενον, καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς τυγχάνοντα, τοῖς ἁγίοις ἀποστόλοις παρέδειξεν ὁ Πατήρ, φωνῆς ἄνωθεν ἐκπεποιημένης τοιᾶσδε· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.» Σύνες οὖν ὅπως οὐκ ἐν τούτῳ, φησίν, ἐστὶν ὁ Υἱός μου, ἵνα μὴ ἀναμέρος ὡς ἕτερος ἐν ἑτέρῳ τυχόν, ἀλλ' εἶς νοοῖτο καὶ ὁ αὐτὸς καθ' ἕνωσιν οἰκονομικήν. Πλημμελὲς δὲ ὅτι τὸ ἀντιτείνειν ἐστί, καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων, ἀναπείσει γράφων Ἰωάννης ὡδὶ «Ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ὅτι μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ· ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν τοῦ Θεοῦ ἐν ἑαυτῷ. Ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ.» Μεμαρτύρηκε δὲ ὅτι οὗτος, ὁ μετὰ σαρκὸς καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, μοναδικῶς τε καὶ ἰδικῶς ἐμὸς ἀληθῶς Υἱός. Τί δέ; Οὐχὶ καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος εὐκλεᾶ χάριν, καὶ τὴν ἐν αὐτῷ ζωοποίησιν, καὶ τὴν Θεοῦ μέθεξιν δι' ἁγιασμοῦ ἐν Πνεύματι διὰ Ἰησοῦ Χριστοῦ πεπράχθαι δώσομεν; Β— Ἀναγκαίως. Μεμνήσομαι γὰρ Ἰωάννου λέγοντος· «Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὔκ εἰμι ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Α— Ἆρ' οὖν, ὦ ἑταῖρε, τῆς καθ' ἡμᾶς ἀνθρωπότητος ἔργον εἶναι φῶμεν τὸ ἐν Πνεύματι ἁγίῳ βαπτίζειν δύνασθαι καὶ πυρί; Β— Καὶ πῶς ἂν εἴη τοῦτό γε;

---

Cyrillus Theol., De incarnatione unigeniti. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg026.local001/.
