# De sancta trinitate dialogi i-vii 387

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 387. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/387

ἁπλῆν, ὡς ἄν τις εἰκάσαι, καὶ εὐκατάδρομον ἔχοντα τὴν προσβολήν, οὔτε μὴν τοῖς ἐθέλουσιν ἐκκειμένην ἑλεῖν. Ταύτῃ τοι κατασοβεῖ μὲν εἰς ὄκνον ἔσθ' ὅτε τὸν νοῦν οἱονεί πως ἡ δυσχωρία· καταπέφρικα δὲ τῶν ἄλλων ἁπάντων, ὅτι μάλιστά γε τὸν περὶ πίστεως λόγον, καίτοι κεφάλαιον ὄντα τῆς ἐν ἡμῖν ἐλπίδος. Α. Ναὶ δὴ οὖν, φαίην γὰρ ἂν ἀληθῆ λέγοντί σοι. Πλὴν ὅτι τὸ κατακτήσασθαί τι τῶν ἄνωθέν τε καὶ θεοσδότων ἀγαθῶν, οὐκ ἄν, οἶμαι, τὶς ἀνιδρωτὶ πορίσαιτο, παντί που σαφές. Τὰ γάρ τοι λίαν ὑπερφυᾶ καὶ ἀνῳκισμένην ἔχοντα τὴν δόξαν οὐχὶ τοῖς ἐθέλουσιν εὐστιβῆ, ἀλλ' ἑλεῖν μὲν οὐ ῥᾴδια, δυσεισποίητα δὲ καὶ ἀνάντη· καὶ τί γὰρ οὐχὶ λαχόντα τῶν εἰς δυσχέρειάν τε καὶ πόνον; Β. Εἶτα τί δρῷεν ἂν οἷς ἔνεστι μὲν ἔφεσίς τε καὶ προθυμία τῶν ἀρίστων τουτωνὶ καὶ παγκάλων εὑρημάτων, τό γε μὴν ἐφικέσθαι δυσαλωτότατον; Α. Τί δὲ ἕτερον οἴει χρῆναι δρᾶν αὐτοὺς ἢ τοῖς τῶν ἁγίων καταπείθεσθαι λόγοις, ἐπικεκραγότων εὖ μάλα τὸ «Εἴ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ;» Φωτὶ γάρ που πάντως τῷ θείῳ καὶ νοητῷ καταφωτίζεται τὰ φωτὸς ἐπιδεᾶ, καὶ μὴν καὶ Σοφία τελεῖται σοφὰ τὰ συνέσεώς τε καὶ σοφίας τητώμενα. Φῶς δ' ἂν νοοῖτο καὶ σοφία Χριστός, «ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως αὐτοῦ.» Ἐξείλετο γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ, ὡς γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος, «ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν τῷ φωτί.» Καὶ μὴν καὶ ἡμέρας Διαυγασμὸν ἀπεκάλεσέ τις τῶν ἁγίων αὐτόν, καὶ Φωσφόρον ἐπὶ τούτῳ. Φησὶ γὰρ ὅτι «Ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ Φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν·» ἡμέρας, οἶμαι, διαυγασμὸν καὶ φωσφόρον ἀνίσχοντα, τὸν ἐν Πνεύματι διὰ Χριστοῦ φωτισμὸν ὀνομάζων. Β. Ἄλλ' ὅτι μὲν φῶς ὁ Χριστός, καὶ μὴν καὶ ἡμέρα καὶ αὐγὴ καὶ φωσφόρος τῶν ἅπαξ τελούντων εἰς τοὺς διὰ πίστεως κεκλημένους οὐκ ἐνδοιάσαι τις ἄν. Εἰ δὲ δή σου δεηθείημεν, παραδείξαις ἂν ἡμῖν εὐσυνοπτότατα τὸν ἀπροσκλινῆ τε καὶ ἀμώμως ἔχοντα τῆς πίστεως λόγον, ἢ καταρνήσῃ τὸ φάναι, καὶ τὸν ἐμοὶ συνήθη καὶ πρέποντα καὶ ἀεί πως τῷ γέρᾳ προσπεφυκότα τιμήσεις ὄκνον; Μυρία γὰρ ὅσα τὰ παρὰ πολλῶν θρυλλούμενα, οἳ τὸν ὀρθὸν τῆς

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
