# De sancta trinitate dialogi i-vii 391

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 391. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/391

Β. Ναί, φασίν. Ἐπιτιμήσομεν γὰρ εἰκότως τῇ τοῦ ὁμοουσίου λέξει, καινοφωνουμένην τε καὶ ἄγραφον εἶναι διαβεβαιούμενοι, τουτέστι ταῖς θεοπνεύστοις οὐκ ἐγκειμένην Γραφαῖς. Α. Ἀνοητότατά γε ταυτὶ φαῖεν ἄν, ὦ ἑταῖρε. Λυπεῖ γὰρ ἡ λέξις τὸ σύμπαν οὐδὲν ἔνθαπερ ἂν ὅλως ἀληθὲς ὑπάρχῃ τὸ ἐξ αὐτῆς δηλούμενον. Ἦ γὰρ οὐχὶ δοίης ἂν εἶναι καὶ αὐτὸς ἀληθὲς ὅ φημι; Β. Καὶ μάλα. Α. Σκόπει δὴ οὖν, εἰ μὴ καὶ ἑτέρας τῇ τοῦ Θεοῦ φύσει τοιαυτασί πως φωνὰς ἐφαρμόττειν ἔσθ' ὅτε κατειθίσμεθα, καίτοι τοῖς ἱεροῖς τε καὶ θείοις οὐκ ἐγνωσμένας Γράμμασι. Β. Τὰς ποίας δῂ φής; Α. Ἆρα γάρ, εἴ τις ἀσώματόν τε καὶ ἀσχημάτιστον, ἄποσόν τε καὶ ἀμέγεθες ὀνομάσαι τὸ Θεῖον, ἐξοίχοιτο ἂν τοῦ πρέποντος ὁ λόγος αὐτῷ; Εἰ δὲ δὴ καὶ ἀπεριόριστον καὶ ἀβασίλευτον λέγοι, οἰηθείη τις ἂν εἰπεῖν τῶν ἀναγκαίων οὐδέν, καίτοι δοξάζοντα τἀληθῆ; Β. Καὶ μὴν λῆρος ἂν εἴη τοῦτό γε. Α. Τί οὖν ἔδει μᾶλλον αὐτοὺς προχειρότατα κινδυνεύοντας μειρακιωδῶς ἐπιτιμᾶν τῷ ὁμοουσίῳ τὸ ξένον καὶ ἄηθες τῆς οὕτως εὐσημοτάτης καὶ ἐμφιλοσόφου λέξεως καταγράφοντας, καίτοι πράγματος ἀληθοῦς ὄντος τε καὶ ὁμολογουμένου, παρά γε τοῖς τὰ θεῖα σοφῶς ἐξηκριβωκόσι καὶ πεπαιδευμένοις μυστήρια, ὡς ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας ἡμῖν τοῦ Θεοῦ καὶ Πατρός, ὁ Υἱὸς οὐκ ἔκφυλος ἔσται κατὰ τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, οὔτε μὴν ὀθνεῖος τοῦ γεγεννηκότος, ἀλλ' ὁμοούσιός τε αὐτῷ, σύμμορφός τε καὶ ὁμοφυής; Ἀπερυθριάσω γὰρ οὐδαμῶς τὸ ἁπάσῃ κεχρῆσθαι λέξει πρὸς τὴν τοῦ καλῶς τε καὶ ἀληθῶς ἔχοντος τελούσῃ δήλωσιν. Γένους μὲν γὰρ καὶ διαφορᾶς εἰδοποιοῦ παντελῶς τὸ Θεῖον ἀνῴκισται· ἀλλ' εἰ παραιτεῖσθαι μέλλοιμεν τὰ δι' ὧνπερ ἄν τις κἂν γοῦν εἰς βραχεῖαν καλοῖτο γνῶσιν τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας, ἄπιστοί τε καὶ ἀμαθεῖς τοὐντεῦθεν ἐσόμεθα, τίς μὲν ὁ φύσει καὶ ἀληθῶς ὑπάρχει Θεὸς οὐδαμόθεν ἐκπαιδευόμενοι, «κλυδωνιζόμενοι δὲ ὥσπερ καὶ περιφερόμενοι παντὶ ἀνέμῳ,» κατὰ τὸ γεγραμμένον. Καταδείσαντες δὲ καὶ διωσάμενοι, καὶ τοῦτο εἰσάπαν, τὸ κἂν γοῦν «ἐν ἐσόπτρῳ καὶ αἰνίγματι» βλέπειν καὶ γινώσκειν «ἐκ μέρους,» κωφοῖς τε καὶ ἀναισθήτοις ἐν ἴσῳ που πάντες ἐσόμεθα λίθοις, ..... ἐτώσιον ἄχθος ἀρούρης,

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
