# De sancta trinitate dialogi i-vii 393

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 393. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/393

κιβδηλεύοντες δὲ τὴν φωνήν, φημὶ δὴ τὸ ὁμοούσιον, νόθην, καὶ ἡμαρτημένην, καὶ τοῖς θείοις Γράμμασιν ἀπῳδόν, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε κατακεκραγότες, προσίενται πάλιν αὐτήν, καὶ ταῖς ὅτι μάλιστα δοκιμωτάταις ἐγγράφουσιν. Ἢν ἄρα τις ἐφίῃ λέγειν αὐτοῖς ὁμοιοούσιον τῷ Πατρὶ τὸν Υἱόν, εἶτα τί σοι δρᾶν οἵ γε δὴ τοιοῦτοι δοκοῖεν ἄν; Β. Οὐ μετρίως ἀδικεῖν, καὶ τὴν ἐκ τῆς λέξεως καταπεφρικέναι δύναμιν, ἅτε δὴ γεννικῶς τε καὶ μάλα σαφῶς ὑποφαινούσης τὸ ἀληθές. Α. Μὴ ἑτέρως ἔχειν ὑπολάβῃς ἢ οὕτως, ὦ τᾶν· νεανιευόμενοι δὲ ὥσπερ ἐπὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις καὶ τοῖς τῶν ἰδίων καθηγητῶν ἀνοσιωτάτοις δόγμασι, τῆς μὲν πρὸς τὸν Θεὸν καὶ Πατέρα σχέσεώς τε καὶ οἰκειότητος φυσικῆς ἐκκόπτουσι τὸν Υἱόν, ἐξεικονισμὸν δὲ μόλις καὶ ὁμοίωσιν αὐτῷ τάχα που καὶ ἐποικτείροντες ἐφιᾶσιν ἔχειν, ἵν' ὁρῷτο λοιπὸν τῶν κατ' εἰκόνα διεκτισμένων, ἢ γοῦν κατὰ τρόπων ποιότητα διαπεπλασμένων, ὡς πρὸς τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος ὀλίγα διενεγκών. Β. Πῶς λέγεις; Α. Οὐ γὰρ ἐπαΐεις, ὦ τᾶν, διακελευομένου τε καὶ μάλα ἐναργῶς φάσκοντος τοῦ Χριστοῦ· «Γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί;» Β. Ναί. Α. Ἆρ' οὖν οὐ συνίης ὅτι καὶ τρόπων ἡμᾶς ποιότης διαμορφοῖ καὶ οἱονεί πως ὁ θεῖος ἡμῖν ἐνθλίβεται χαρακτήρ, διὰ τῆς κατ' ἐνέργειαν ἀρετῆς; Χρῆμα μὲν γὰρ ἀγαθὸν ἀπαραποιήτως τε καὶ οὐσιωδῶς τὸ Θεῖον· τοῦτο δὲ καὶ ἡμᾶς αὐτοὺς κατὰ μίμησιν εἴη ἂν τῶν ἐνδεχομένων, ἐξ ἠθῶν ὁρᾶσθαι καὶ τρόπων, προαιρετικὴν εἰ ποιοίμεθα τὴν ἐφ' ἅπασι τοῖς τεθαυμασμένοις ἔφεσίν τε καὶ προθυμίαν. Οὐ γὰρ δή που νομιοῦμεν, εἰ νοῦ καὶ φρενῶν ἐσμεν ἐν καλῷ, τοὺς τὸν θεῖον ἔχοντας ἐξεικονισμὸν ἐν ἰδίαις ψυχαῖς, τῇ τῶν ἠθῶν ποιότητι διαστίλβοντα, τὴν πρὸς αὐτὸν ἐμφέρειαν ἔχειν οὐσιώδη τε καὶ ἀμετάστατον, καὶ εἰς πᾶν ὁτιοῦν ἰσομέτρως τῶν ἐκείνῳ προσόντων προήκουσάν τε καὶ ἐκτεινομένην· ἐπεὶ καθ' ἡμᾶς αὐτοὺς τὸ Θεῖον εἶναι δώσομεν, οὐδενὸς τὸ παράπαν διατειχίζοντος εἰς διαφοράν. Ἐκτίσμεθα γὰρ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» αὐτοῦ. Ἀλλ' οὐκ ἂν ὧδε ἔχοι ταῦτα, πολλοῦ γε καὶ δεῖ· μυρία γὰρ ὅσα τὰ μεταξύ. Ἡμεῖς μὲν γάρ, οὐχ ἁπλοῖ τὴν φύσιν, τὸ δέ γε Θεῖον, ἁπλοῦν καὶ ἀσύνθετον κομιδῇ, πλουτεῖ δὲ αὐτὸ τὸ παντέλειον ἐφ' ἑαυτῷ, δεηθὲν οὐδενός. Σωματικὴ δέ γε πᾶσα σύγκειται φύσις ἐκ μορίων τινῶν, εἰς ἑνός τινος τοῦ τελείως ἔχοντος συνθεόντων πλήρωσιν.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
