# De sancta trinitate dialogi i-vii 394

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 394. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/394

Καὶ ἡμεῖς μὲν ἐκ γῆς, κατά γε τὴν σάρκα, φθαρτοὶ καὶ εὐμάραντοι, χλόαις ἐν ἴσῳ καὶ κρίνοις ἐξεικασμένοι τοῖς ἐν ἀγρῷ. Θεὸς δὲ τούτων ἀνῴκισται. Καὶ εὐπαράφορος μὲν ἡ ἀνθρώπου ψυχή, καὶ ποικίλας ἔχουσα τὰς μεταβολὰς ἔκ τε τῶν ἀρίστων ἐπὶ τὸ φαῦλον καὶ ἐκ φαυλότητος αὖ πρὸς τὸ ἀγαθόν. Πέπηγε δὲ ὥσπερ καὶ ἐρήρεισται Θεὸς ἐν ἰδίοις ἀγαθοῖς, τὴν ἐφ' ἕτερα μεταχώρησιν ὑπομένειν οὐκ ἀνεχόμενος· καὶ οὐσιώδης ἡ ἑδραιότης, οὐ προαιρετικῆς ἀσφαλείας εὕρημα. Πρόδηλον οὖν ὅτι τοῖς εἰς τὸ εἶναι παρενηνεγμένοις οὐ φυσική τίς ἐστιν ἡ πρὸς Θεὸν ἐμφέρεια, ἀλλ' οἱονεί πως ἐν τῷ πράγματι καὶ ἐν τῇ τῶν τρόπων ποιότητι διαφαίνεται. Β. Οὐκ ἂν ὁ λόγος ἡμῖν ἁμάρτοι τοῦ πρέποντος, ἐπεί τοι διώλισθον μὲν τῆς πρὸς Θεὸν οἰκειότητος, «ἀγγέλων τε οἱ μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν,» καὶ μὴν καὶ ἡμεῖς αὐτοὶ ἠδικήμεθα δὲ εἰς τὴν φύσιν οὐδέν. ᾨχόμεθα γὰρ οὐδαμῶς εἰς τὸ μὴ ὑπάρχειν ὅλως, ἀλλ' ἔσμεν καὶ δίχα τοῦ κεκτῆσθαι τὴν ἀρετήν. Ἐπιστήμης δὲ οἱονεί πώς τινος καὶ τέχνης εἴδησιν ἐκ τῆς ἄγαν ῥᾳστώνης καὶ τῆς εἰς φαυλότητα ῥοπῆς ἀπημποληκότες, κεκλήμεθα πάλιν εἰς ἀνάληψιν τῶν πάλαι διὰ Χριστοῦ πρὸς ἐκεῖνο μεταπαιδεύοντος ἀναμορφοῦσθαι τὸ κάλλος, τὸ πρῶτόν τε καὶ ἀρχέτυπον. Καὶ οὔ τί πού φαμεν ὡς εἰς ἑτέραν τινὰ φύσιν ἐξ ἀνθρωπότητος μεταθρώσκοντας ἐφικέσθαι τῆς τοιαύτης δίδωσιν εὐκλείας, ἀλλ' ἐκ προαιρέσεως μοχθηρᾶς ἐπὶ τὸ ἑλέσθαι δρᾶν καὶ φρονεῖν τὰ ἀμείνω μεθορμιζομένους. Α. Οὐκοῦν, οὐκ ἀσυμφανές, ὦ Ἑρμεία, ὅτι τῆς θείας ἡμῖν εἰκόνος οἱ χαρακτῆρες ἐλλάμψουσι νενευκόσι προθύμως ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ἀγαθόν, καθὰ καὶ αὐτὸς διωμολόγηκας ἀρτίως, καὶ οὐκ ἀπαράλλακτοι πρὸς Θεὸν ἡμεῖς διὰ τὴν πρὸς αὐτὸν ὁμοίωσιν. Ἀπεῖρξε γὰρ ἂν οὐδέν, εἴπερ οὕτως γε ἔχει κατὰ τὸ ἀληθές, τῆς αὐτῆς ἡμᾶς εἶναι φύσεως τῷ Δημιουργῷ. Τὰ γάρτοι πρὸς ἄλληλα τὴν εἰς πᾶν ὁτιοῦν ὁμοίωσιν ἔχοντα φυσικήν, οὐδεὶς ἄν, οἶμαί που, τῆς πρὸς ἄλληλα φυσικῆς οἰκειότητος ἀποτεμεῖ λόγος. Ἦ γὰρ οὐχ ὅμοιος κατὰ φύσιν, ἄγγελος μὲν ἀγγέλῳ τυχόν, ἄνθρωπος δὲ ἑτέρῳ τῷ τῶν καθ' ἑαυτόν; Β. Ὧδε ἔχει. Α. Ταύτῃ τοι τὸ ὁμοούσιον, καίτοι ταυτότητα φυσικὴν εὖ μάλα καταδηλοῦν, παρέντες ὡς ἕωλον οἱ μόνα φρονοῦντες τὰ διεστραμμένα, προσίενται μὲν ὡς ἥδιστα τὸ σφίσιν

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
