# De sancta trinitate dialogi i-vii 397

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 397. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/397

τουτέστι καθ' ἡμᾶς γενέσθαι καθ' ὁλόκληρον ὁμοίωσιν, δίχα μόνης ἁμαρτίας. Τοιγάρτοι, ποικίλην ἡμῖν ἐξυφαίνοντες τὴν μυσταγωγίαν, ποτὲ μὲν ἔτι γυμνὸν καὶ τῶν τῆς κτίσεως μέτρων ἀφεστηκότα καὶ ἀσύμπλοκον παντελῶς τῇ καθ' ἡμᾶς φύσει παραδεικνύουσι τὸν Μονογενῆ, ποτὲ δὲ αὖ τῇ τοῦ δούλου μορφῇ μονονουχὶ κατεσκιασμένον, πλὴν ἐχόμενόν τε καὶ ἐξημμένον ἀπρὶξ τῶν τῇ ἰδίᾳ φύσει πρεπόντων ἀγαθῶν, καὶ τοῖς τῆς θεότητος ἀξιώμασιν ἀπαραποιήτως κατεστεμμένον. Ἀεὶ γὰρ ὡσαύτως ἔχοντα καὶ τροπῆς ἀποσκίασμα καὶ παραλλαγὴν οὐκ εἰδότα παθεῖν ἀποφαίνει λέγων ὁ πνευματοφόρος· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Β. Τί οὖν τοῦτο πρὸς τὰ παρ' ἐκείνων; Α. Ὅτι τοῖς ἱεροῖς Γράμμασιν οὐ ῥᾴθυμόν τε καὶ ἀναπεπτωκότα τὸν νοῦν ἐγκαθιέναι δέον, οἱονεί πως ἀθύρουσιν ἔν γε τοῖς οὕτω σεπτοῖς, ἐκτρεπόμενοι μὲν οὐκ οἶδ' ὅπως τὴν εἰς τὸ εὐθύ, διεκπίπτοντες δὲ καὶ κατασειόμενοι πρὸς τὴν ἐφ' ἑκάτερα τρίβον. Τὸ γάρ, οἶμαι, δεῖν ὁδὸν ἰέναι βασιλικήν, οὐχ ἕτερον εἶναί τι φαῖμεν ἂν ἢ τὸ μήτε ἄγαν εἰς δεξιὸν μήτε μὴν εἰς εὐώνυμον ἀποκλίνειν. Θέα γὰρ ὅπως ἀπερινοήτως ἴενται πρὸς τὸ δοκοῦν, οὐκ ἀναμετροῦντες ἢ δοκιμάζοντες τίνα μὲν ἂν ἁρμόσαι τῶν γεγραμμένων γυμνῷ τῷ Λόγῳ, τουτέστι πρὸ τῆς ἐνανθρωπήσεως ὄντι τε καὶ νοουμένῳ· τίνα δὲ αὖ ἤδη τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότι. Εἰ γὰρ οἴονται μηδένα μὲν δεῖν τουτωνὶ ποιεῖσθαι λόγον, ἀτέχνως δὲ οὕτω καὶ ἀπερισκέπτως πᾶν ὁτιοῦν ἐκδέχεσθαι τῶν γεγραμμένων, τί τὸ ἐμποδών, εἰπέ μοι, διδασκόντων αὐτοί, κἂν ἐσθίειν λέγηται, καὶ ὕπνον εἰσδέχεσθαι, καὶ διαστείχειν ἀμογητὶ μὴ δύνασθαι (κεκοπίακε γὰρ ἐκ τῆς ὁδοιπορίας), καὶ τὸ ἔτι τούτων ἐπέκεινα, τὸ ἐκτεθνάναι φημί, καὶ τροφῆς ἐπιδεᾶ, πόνου τε καὶ ἀσθενείας δεκτικόν, καὶ μὴν καὶ θανάτῳ κάτοχον ὁμολογεῖν εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἆρ' οὖν οὐχὶ τῶν τοιούτων ἡμῖν ἀναγκαιοτάτην εἶναι φῂς τὴν διαστολήν, τὸ ἑκάστῳ πρέπον καιρῷ καθηκόντως διανέμουσάν τε καὶ ἀποκρίνουσαν; Β. Ἀναγκαιοτάτην· πῶς γὰρ οὔ; Α. Ἀναγκαίου τοιγαροῦν καὶ ἀρίστου παντάπασιν ἀποδεδειγμένου τοῦ διακρίνειν ἕκαστα τῶν περὶ αὐτοῦ κεχρησμῳδημένων, ἀκούοις ἂν ἤδη τὸ τίς κατὰ φύσιν ἐστίν, ἀναγράφοντος τοῦ Παύλου· «Ὃς ὢν γάρ, φησίν, ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
