# De sancta trinitate dialogi i-vii 401

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 401. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/401

ψευδομυθεῖν, τῇ Χριστοῦ διακονίᾳ τὴν διὰ Μωσέως εἰκάζοντα. Ἐντεῦθεν δέ, οἶμαι, ῥᾷον ἂν μάθοις. Ἀνακεφαλαιούμενος γὰρ ἐν τῷ καλουμένῳ Δευτερονομίῳ τὰ περὶ τῆς συνόδου τῶν υἱῶν Ἰσραήλ, ὧδε πῇ φησι· «Τέλειος ἔσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου. Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου. Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμέ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε. Κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρήβ, τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες· Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν. Καὶ εἶπε Κύριος πρός με· Ὀρθῶς πάντα ὅσα ἐλάλησαν. Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ἐκεῖνος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἐὰν λαλήσει ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.» Ἆρ' οὐκ ἐμφανῶς, ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς, ἔν γε τοῖς κατὰ Μωσέα, τὴν τοῦ μεσιτεύοντος χρείαν ἀναγκαιοτάτην ἀπέδειξε τὸ τῆς ἀνθρωπότητος ἀσθενές; Πλὴν ἐκεῖνο διασκεπτέον. Β. Τὸ ποῖόν τι φῄς; Α. Μωσῇ μὲν γὰρ προσιόντες· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, ἵνα μὴ ἀποθάνωμεν,» ἔφασκεν ὁ Ἰσραήλ· καὶ τοῦτο ἐζήτουν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε Θεὸς ἦν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινᾶ. Ἀλλ' ὡς ἄριστα τουτὶ λέγοντάς τε καὶ διεσκεμμένους ἀπεδέχετο μὲν ὁ Δημιουργός, προαναπλάττων δὲ ὥσπερ καὶ αὐτὴν ἡμῖν ἐν τύποις τὴν ἀλήθειαν, τὴν διὰ Χριστοῦ μεσιτείαν ὑπισχνεῖτο λέγων· «Ὀρθῶς πάντα ὅσα ἐλάλησαν. Προφήτην αὐτοῖς ἀναστήσω ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ·» μεσίτην δηλονότι, καὶ τοὺς ἄνωθέν τε καὶ θείους διαπορθμεύοντα λόγους, καὶ κατασημαίνοντα τῷ λαῷ τὸ τῇ ἀφράστῳ τε καὶ ἀρρήτῳ φύσει δοκοῦν, ὃ καὶ ἀταλαίπωρον κομιδῇ καὶ δι' αὐτοῦ τοῦ Χριστοῦ τετελεσμένον ἰδεῖν. Ἀνεκεκράγει γὰρ ἐναργῶς ὅτι «Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω.» Καὶ πάλιν· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμά, ἀλλὰ τοῦ πέμψαντός με.» Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· «Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
