# De sancta trinitate dialogi i-vii 405

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 405. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/405

τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀκήρατον κάλλος καὶ ἡ μορφὴ καὶ τὸ εἶδος, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, οὐχ ὑπό του πρὸς τοῦτο βεβιασμένος, ἀλλ' εὐδοκίᾳ Πατρὸς κατ' ἰδίαν βούλησιν, καὶ γέγονεν ἄνθρωπος, ἀλώβητον μὲν παντελῶς καὶ ἀπαραποίητον ἐν ἑαυτῷ τὸ τῆς ἰδίας φύσεως ἀνασῴζων ἀξίωμα, προσλαβὼν δὲ τὸ ἀνθρώπινον οἰκονομικῶς, καὶ εἷς ἐξ ἀμφοῖν νοούμενος Υἱός, συνδεδραμηκότων καὶ συνενεχθέντων εἰς ἓν φύσεως τε θείας καὶ ἀνθρωπίνης ἀφράστως τε καὶ ἀπορρήτως, καὶ ὡς οὐκ ἔστι νοεῖν εἰς ἑνότητα συντεθειμένων. Καὶ οὐ δήπου φαμὲν τὸν τοῦ Θεοῦ Λόγον εἰς τὴν τῆς ἐπιγείου σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἤγουν εἰς αὐτοῦ τοῦ Λόγου τὴν σάρκα· φρενοβλαβείας γὰρ δοίην ἂν ἔγωγε τῆς ἐσχάτης νόσημα τουτί· ἑκατέρου δὲ ὥσπερ ἐν ἰδίῳ μένοντος ὅρῳ τε καὶ λόγῳ, τὴν εἰς ἄκρον τε καὶ ἀδιασπάστως ἔχουσαν εἰς ἑνότητα συνδρομήν, τὸ τῆς λεγομένης ἐνθάδε συμβάσεως ὄνομα δηλοῖ. Θεὸς γάρ ἐστιν ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός· οὔτε δὲ Θεὸν εἰπὼν ἀνθρωπότητος ἀπαλλάξεις μετὰ τὴν ἕνωσιν, οὔτε μὴν ὀνομάσας ἄνθρωπον τῶν τῆς θεότητος ἀποσοβήσεις ἀξιωμάτων, εἴπερ ἕλοιο φρονεῖν ὀρθῶς. Καὶ ἔστι Μονογενὴς μὲν καὶ Λόγος ὡς ἐκ Θεοῦ Πατρὸς ἀναφὺς καὶ γεγεννημένος, Πρωτότοκος δὲ αὖ ὅτε γέγονεν ἄνθρωπος καὶ ἐν πολλοῖς ἀδελφοῖς. Καὶ ὥσπερ ὄνομα τὸ Μονογενής, ἴδιον ὂν τοῦ Λόγου, τετήρηται πάλιν αὐτῷ καὶ ἑνωθέντι σαρκί· οὕτω τὸ Πρωτότοκος, αὐτοῦ κυρίως οὐκ ὄν, γέγονεν ἴδιον αὐτοῦ μετὰ τῆς σαρκός. Μεσίτης ἄρα οὖν καὶ τῇδε νοεῖται τὰ πολὺ διῳκισμένα κατὰ τὴν φύσιν καὶ ἀμέτρητον ἔχοντα τὸ μεσολαβοῦν, τουτέστι θεότητά τε καὶ ἀνθρωπότητα, συνενεχθέντα τε καὶ ἡνωμένα δεικνύων ἐν ἑαυτῷ, καὶ συνείρων ἡμᾶς δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Θεῷ μὲν γάρ ἐστιν ὁμοφυής, ἐπείτοι καί ἐστιν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, ἀνθρώποις γε μὴν ὡς ἐξ ἡμῶν τε καὶ ἐν ἡμῖν. Οὐ γὰρ παρ' ἡμᾶς ἑτεροῖος κατά γε τὸ ἀνθρώπινον, ἀλλ' ἐοικὼς κατὰ πάντα, δίχα μόνης τῆς ἁμαρτίας, ὁ Ἐμμανουήλ. Β. Ὀρθότατα ἔφης. Ἥκει δὲ ἤδη πρὸς τοῦτο ἀνάγκης ἡμῖν ὁ λόγος, ὡς καὶ ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ εἶναι φάναι τὸν Υἱόν. Α. Ὁμοούσιον γάρ, εἴπερ ἐστὶν ἀληθῶς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν καὶ οὐσιωδῶς. Ὥσπερ γὰρ οὐκ ἀληθῶς καὶ ἐξητασμένως, ἀλλ' οὐδὲ ἐν τάξει τῇ πρεπούσῃ νοοῖτ' ἂν ἢ λέγοιτο πρὸς ἡμᾶς ὁμοούσιος εἰ μὴ γέγονεν

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
