# De sancta trinitate dialogi i-vii 406

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 406. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/406

ἄνθρωπος, οὕτως οὐκ εἴη ποτ' ἂν ἐκ Θεοῦ τε καὶ ἐν Θεῷ μὴ φυσικοῖς εἰς ἑνότητα τὴν πρὸς αὐτὸν συνδούμενος λόγοις· ἀλλ' οὐδ' ἂν ἑτέρως ἡ ἀνθρωπότης θείας εἴη φύσεως μέτοχος, εἰ μὴ πεπλούτηκε τοῦτο διὰ μεσίτου τοῦ Υἱοῦ, φυσικὸν ὥσπερ τινὰ τὸν τῆς συναφείας λαχοῦσα τρόπον. Ἀταλαίπωρον δὲ κομιδῇ διαπυθέσθαι λέγοντος τοῦ Υἱοῦ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα· «Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα πιστεύσῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας. Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.» Β. Εἰ δὲ δὴ λέγοιεν τὴν ἑνότητα τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα τοιαύτην εἶναι τυχὸν οἵαπερ ἂν νοοῖτο καὶ ἐφ' ἡμῶν αὐτῶν, τί δὴ ἄρα λογιούμεθα; Γέγραπται γὰρ ὅτι «Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία μία, καὶ ψυχὴ μία.» Πλείστων γὰρ ὅσων ἐν ἅπασιν οὐσῶν ψυχῶν, μίαν ἔφη τὴν ἁπάντων γενέσθαι, τὸ τῆς ἑνώσεως ὄνομά τε καὶ χρῆμα οὔ τί που πάντως αὐτῆς καθορίζων τῆς φύσεως, ἀπονέμων δὲ μᾶλλον ταῖς ἐκ θελημάτων ἀδιασπάστοις ῥοπαῖς καὶ τὸ μίαν ἔχειν καὶ τὴν αὐτὴν σκέψιν τε καὶ βούλησιν. Καὶ ἐπειδήπερ ἐστὶ συνευδοκητὴς καὶ ὁμόφρων ἐν ἅπασιν ὁ Υἱὸς τῷ Πατρί, ταύτῃ τοι καὶ ἕν ἐστι πρὸς αὐτόν. Ταυτὶ γὰρ ἐκεῖνοι περιβομβοῦσιν οἱ δείλαιοι. Α. Ἀλλ' ἠλιθιότητος τῆς εἰς ἄκρον ἡκούσης ἤδη καὶ ἀνωτάτης τὸν οἰκεῖον εὐθὺς ἀναμεστώσαντες νοῦν κἀν τούτῳ δὴ πάλιν ἁλοῖεν ἄν. Οὐδὲν γὰρ τῶν ἐκτόπων, ὡς ἔοικεν, ἔστι νοημάτων ἀδρανές τε οὕτω καὶ κατερριμμένον ὃ μὴ τὸν τῶν ἀσυνέτων καταληΐζεται νοῦν, καὶ τοῦτο ἀμογητί. «Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ λαλεῖν πρὸς Κύριον πλάνησιν,» κατὰ τὸ γεγραμμένον. Πῶς γὰρ οὐχὶ μωρίας τε καὶ εἰκαιότητος τῆς ἁπασῶν ἐσχάτης οἰηθείη τις ἂν ἀναπεπλῆσθαι λοιπὸν τὸ φάναι τε καὶ διατείνεσθαι φιλεῖν ἥκιστα μὲν φυσικήν, προαιρετικὴν δὲ μᾶλλον τὴν ἕνωσιν εἶναι τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν; Διοίσει γάρ, οἶμαι, κατ' οὐδένα τρόπον, εἴπερ ὧδέ τε ἔχει καὶ ἔστιν ἀληθές, τῶν εἰς υἱότητα κεκλημένων, καὶ εἰς τὸ τῆς θεότητος ὄνομα διὰ βουλῆς τοῦ Πατρὸς εἰσπεποιημένων, οἳ καὶ τοῖς ἐκ τῆς ἀρετῆς αὐχήμασι τὴν οὕτως εὐκλεᾶ καὶ περίοπτον ἐξεπρίαντο δόξαν. Τί δὲ δὴ τὸ ἀπεῖργον ἔτι, λεγόντων ἐκεῖνοι, καὶ τῶν ἁγίων ἕκαστον τὰ ἐφ' οἷσπερ ἂν ἡσθείη Θεὸς φρονεῖν τε καὶ δρᾶν ᾑρημένον, καὶ τὸ τῷ Δεσπότῃ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
