# De sancta trinitate dialogi i-vii 412

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 412. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/412

Τὸ γὰρ πάντων ἀνωτάτω δόξῃ τε καὶ φύσει Θεός, ᾧ πάντη τε καὶ πάντως παρέποιτο ἂν ὡς ἴδιον ἀγαθὸν τὸ ἀγένητον· ταύτῃ τοι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν ἀσυντελὴς καὶ ἀσύντακτος εἴη ἂν ἡ τοιάδε φύσις. Εἰ δὲ δὴ παρέντες τουτί, γενητὸν εἶναί φασι, πῶς ἂν νοοῖτο πρός τινος ἀσυμφυὲς τῇ κτίσει τὸ ὁμογενὲς αὐτῇ; Πῶς οὖν ἔτι μεσίτης μείων μὲν ἢ Θεὸς κατὰ φύσιν, μείζων δὲ αὖ ἢ κατὰ ποιήματος δόξαν τε καὶ φύσιν; Εἰ διὰ μὲν τοῦ ἀγενήτου πρὸς τὴν τῆς θεότητος δόξαν ἀναφοιτᾷ καὶ τῶν τῆς μεσιτείας ἀναθρῴσκει μέτρων ἐπὶ τὸ ἐπέκεινα πολύ, διὰ δὲ τοῦ γενητοῦ πρὸς τὸ κάτω βαδιεῖται, καὶ τὸν τῆς τοιᾶσδε μεσότητος ὑφιζήσει τόπον, ἐν τοῖς γεγονόσιν ἀναμετρούμενος· εἴπερ ἐστὶν ὁμογενὲς παντὶ γενητῷ τὸ γενητόν, κατά γε τὸν τοῦ γεγονέναι λόγον, τί τὸ ληρῶδες τουτὶ καὶ ἀσοφώτατον σόφισμα, τὸ ἀνέφικτον ὡς ἐφικτὸν εἰσφέρον, καὶ φύσεως ἡμῖν ἀναπλάττον τόπους, ὧν οὐκ ἄν, οἶμαι, τις ἐφίκοιτο νοῦς; Καινὸς γὰρ ὁ λόγος καὶ ἀσυμφανής· ἕπεσθαι δὲ δεῖν ἐναργῆ τὴν ἀπόδειξιν τοῖς περὶ τούτων λόγοις, ἀναγκαῖον εἶναί φημι. Εὐμήχανον δὲ καὶ εἰς ἀπάτην αὐτοῖς ἀστείως διεξεσμένον κατίδοι τις ἂν τὸ κακούργημα. Ἐπειδὴ γὰρ δρῶντες ἀνοσιώτατα καὶ φρονοῦντες ἀλογώτατα, πεπαρῳνήκασιν εἰς τὸν Υἱόν, τῆς πρὸς τὸν Πατέρα <καὶ> Θεὸν ὁμοουσιότητος ῥιψοκινδύνως ἐκπέμποντες, ὑποκλέπτουσί πως ἐξ ἀναισχυντίας βραχὺ δοξάριον αὐτῷ, καὶ ἀνακομίζουσι μὲν ἠρέμα τῆς τῶν γενητῶν σμικροπρεπείας· ἀποκλείοντες δὲ ὥσπερ τῆς εἰς τὸ ἀνωτάτω διαδρομῆς, ἵνα μὴ νοοῖτο κατὰ φύσιν Θεός, τὸν μέσον αὐτῷ κληροδοτοῦσι τόπον, τοσαύτην ἐπιμετροῦντες ὅσηνπερ ἂν ἕλοιντο δόξαν αὐτῷ· νομοθέται δὲ ὥσπερ τῶν τοιούτων καθεστηκότες καὶ ὁρισταί, τὸ ἐν τίσιν ἂν εἶναι πρέποι διασκέπτονταί τε καὶ ὁρίζουσι τὸν Υἱόν. Ὅνπερ γάρ, οἶμαι, τρόπον οἱ τῶν ἀγαλμάτων δημιουργοὶ καὶ φιλοτεχνίας τῆς ἔν γε τούτῳ λαχόντες τὴν δόξαν, ξύλῳ τυχὸν ἢ λίθῳ τὸ τῆς ἀνθρωπείας μορφῆς ἐντορνεύσαντες εἶδος, ταῖς εἰσποιήτοις αὐτὸ μετὰ τοῦτο κομψείαις κατακαλλύνουσιν, ἢ χρυσῷ διαπάττοντες, ἢ γοῦν ἑτέραις τισὶν εὐχροίαις καθωραΐζοντες· οὕτω τε τὸν τῶν θεωμένων κατακηλήσαντες νοῦν, ἐπιμειδιᾶν μὲν ταῖς ὕλαις ταῖς εἰς τὸ εἴσω καὶ κεκρυμμένον οὐκ ἐφιᾶσιν ἐκ τέχνης, ἐπαγάλλεσθαι δὲ μᾶλλον ταῖς ἐπικήροις καὶ ἐξωφανεστέραις τοῦ κόσμου μαρμαρυγαῖς μονονουχὶ περισαίνοντες ἀναπείθουσι·

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
