# De sancta trinitate dialogi i-vii 416

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 416. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/416

λαχόντας τὰ γέρα, καὶ ταῖς τῶν ἀξιωμάτων ὑπεροχαῖς ἰσομέτρως κατεστεμμένους; Β. Καὶ μὴν τοῦτό γέ ἐστι παντελῶς ἀπίθανον εἰπεῖν ἢ νοεῖν. Εἴη γὰρ ἂν οὐχ ἑτέρως ἔχων ὁ Πατὴρ ἢ ὅπερ ἐστί, τουτέστι Πατήρ· καὶ ὁ Υἱὸς ὁμοίως· μένει γὰρ Υἱός, καὶ οὐκ ἂν νοοῖτο Πατήρ. Α. Ὀρθότατά γε καὶ ἀληθῶς, ὦ Ἑρμεία. Συναινέσεις οὖν ἄρα καὶ συναθλήσεις τῷ λόγῳ, παραδεικνύντι σαφῶς ὡς οὐκ ἀξιώματος ἔσται σημαντικὸν τῷ Πατρὶ τὸ τῆς πατρότητος ὄνομα—δεῖν γὰρ οἶμαι καὶ ὧδε λέγειν, προτετιμηκότας τοῦ πρέποντος τὴν ἀναγκαίαν τοῦ πράγματος δήλωσιν—, οὔτε μὴν τῷ Υἱῷ ἡ τῆς υἱότητος κλῆσις, καθάπερ ἦν ἐπ' ἀμφοῖν λεγόμενα, τὸ ζωή, τὸ φῶς καὶ τὰ τούτοις συντεταγμένα· ἀλλ' ἴδιον ἑκατέρῳ τοὔνομα, τὸ ὅπως ἂν ἔχοι παραδηλοῦν. Β. Καὶ μάλα. Α. Τὸ γὰρ ἀποσείεσθαι τρόπον τινὰ τὴν ἀνάχυσιν τῶν ὀνομάτων τὴν δύναμιν, μόνιμον δὲ ὥσπερ ἐξαιτεῖν ἐφ' ἑαυτῇ τὴν ἕδραν, ἀπαραποίητον ἑκατέρῳ τὸ εἶναι τοιῶσδε προσνέμει. Πατὴρ γὰρ ὁ Πατήρ, καὶ οὐχ Υἱός, ὅτι γεγέννηκεν· Υἱὸς δὲ αὖ πάλιν ὁ Υἱός, καὶ οὐ Πατήρ, ὅτι γεγέννηται. Φέρε γάρ, εἰ δοκεῖ, βραχὺ τοῦ Πατρός, ὡς ἐν ἐννοίαις καὶ λόγῳ, τὸ Πατὴρ ἀποστήσαντες, καὶ μὴν καὶ τοῦ Υἱοῦ τὸ Υἱός, ἐννοῶμεν, ὦ τᾶν, τὸ ὅπως ἂν ἡμῖν ἀναμέρος τὸ ἑκατέρου πρόσωπον κατασημήναι τις ἄν. Ἆρα τῷ φάναι Θεὸν ἢ ζωὴν ἢ ἄφθαρτον ἢ ἀόρατον ἢ βασιλέα τυχόν; Ἀλλ' οὐκ εὐδιάκριτον ἐντεῦθεν εἴη ἂν τὸ δηλούμενον. Τὸ γὰρ ἐπ' ἀμφοῖν ἀληθές, τοῦ ἑκατέρῳ προσόντος ἰδικῶς πῶς ἂν ἐναργῆ ποιοῖτο τὴν δήλωσιν; Μόνως δὲ καὶ ἀληθῶς ὁ Πατὴρ σημαίνεται διὰ τοῦ νοεῖν ὡς τέτοκε· μόνως δὲ καὶ ἀληθῶς ὁ Υἱὸς διὰ τοῦ νοεῖσθαι γεγεννημένος. Ἴδιον οὖν ἑκατέρῳ τὸ αὐτοῦ καὶ μόνου, καίτοι τῶν ἄλλων οὐ διωρισμένως ἐπ' ἀμφοῖν λεγομένων. Παρελήφθη μὲν γὰρ ἐν τῇ τῶν φυσικῶν ἀξιωμάτων ἐκεῖνα τάξει· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὸν μὲν γεννήτορα, τὸν δὲ τεχθέντα παρέδειξεν. ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ Ὅτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεννητὸς ὁ Υἱός.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
