# De sancta trinitate dialogi i-vii 417

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 417. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/417

Α. Ἆρ' οὐκ ἀληθὲς εἰπεῖν, ὦ Ἑρμεία, ὡς ἁπλοῦς τε ἔφυ τῆς ἀληθείας ὁ μῦθος καὶ ἀρίστην ὅτι μάλιστα τὴν ἕδραν ἐν καρδίαις ἔχει ταῖς ἁπλαῖς, παρὰ πολὺ δὲ ἡδίων ἢ μελιττῶν ἐστι πόνος; Ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστιν ἀναπείσει λέγων ὁ Θεῖος Δαβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· «Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.» Β. Ναί. Τῆς ἀληθείας κομιδῇ μὲν ἁπλοῦν καὶ κηρίων αὐτῶν ἡδίονα συμφήσαιμ' ἂν εἶναι καὶ αὐτὸς τὸν λόγον· ἁπλότητος δὲ τῆς ἔν γε τουτοισὶ ποδαπὸς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος; Α. Τί γὰρ ἕτερον ἁπλοῦν ἡμῖν ὄντα τῆς ἀληθείας τὸν μῦθον παραδείξειεν ἂν ἢ τὸ πολυπλόκων μὲν ἀπηλλάχθαι διασκεμμάτων καὶ οἱονεὶ βλοσυρόν τι καὶ ἀμειδὲς ὁρώσης ἐννοίας καὶ φιλοκακούργως συντεθειμένης καὶ τῆς ἐνούσης εὐσθενείας αὐτῇ ποιουμένης τὴν ἔνδειξιν οὐκ ἐφ' οἷς ὀνήσει πρὸς ἀληθείας εὕρεσιν, ἀλλ' ἐφ' οἷς ἂν οὐ μετρίως καταλωβήσαιτο τοὺς ἀκροωμένους; Πάρα δέ, εἴ σοι δοκεῖ, καθάπερ ἐν πίνακι λαμπρῶς καθιδεῖν τὸν ἐμὸν τοῦ πρέποντος οὐχ ἡμαρτηκότα λόγον εἰ τὴν Ἀρείου τε καὶ τῶν ἀμφ' αὐτὸν καταθρήσεις αἵρεσιν, οἷς καὶ εὖ ἔχειν εἰπεῖν οἰήσομαι δεῖν· «Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιεῖν, μεμαθηκότες τὰ κακά.» Παρδάλεως γὰρ οἶμαι διενεγκεῖν οὐδὲν τῶν δι' ἐναντίας τὸν νοῦν. Ἡ μὲν γὰρ ποικίλως κατεστιγμένη, παμμιγῆ καὶ πάμμορφον χρωμάτων συνδρομὴν ἐπὶ νῶτα φέρει· οἱ δὲ ἀνόμιόν τε καὶ ἀσυναφῆ καὶ αὐτὸν ἔχουσι τὸν νοῦν, καὶ τὸν ἐκ καρδίας ἱεῖσι πρὸς τὸ ἄνω λόγον. «Βόλις γὰρ τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, κατὰ τὸ γεγραμμένον, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν. Τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.»

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
