# De sancta trinitate dialogi i-vii 418

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 418. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/418

Ὑποπλάττονται μὲν γὰρ κατ' οὐδένα τρόπον τῇ τοῦ Μονογενοῦς ἀντιφέρεσθαι δόξῃ· τιτρώσκουσι δὲ καθάπερ ὀξείᾳ βολίδι, παλίμφημά τε καὶ δυσαχθῆ τὰ ἀπὸ γλώττης ἱέντες ῥήματα. Β. Τὰ ποῖα ἅττα φῄς; Α. Ὀρθῶς γὰρ δὴ λίαν Υἱὸν ὀνομάζοντες τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καὶ μὴν καὶ ὡς εἴη γεγεννημένος συνομολογεῖν οὐ παραιτούμενοι, τὸν τῆς ἀληθείας παραβιάζονται λόγον, περιτρέποντες ἀνοσίως εἰς πᾶν τοὐναντίον τὴν ἐπ' αὐτῷ δόξαν, καὶ εἰς ἑτέραν τινὰ μεθιστάντες φύσιν παρὰ τὴν ἐν Πατρὶ νοουμένην, ὡς ἐξούσιόν τε εἶναι καὶ ἑτεροφυά, μᾶλλον δὲ εἰσάπαν ἐξεστηκότα τῆς τοῦ λεγομένου τεκεῖν σχέσεως φυσικῆς, οὐκ ἔτι δὲ κατ' αὐτοὺς καὶ γεγεννηκότος. Τὸ δὲ δὴ πρὸς τοῦτο ἠλιθιότητος καθικνεῖσθαι φιλεῖν, φαίην ἂν ἔγωγε προξενεῖν αὐτοῖς ἕτερον οὐδὲν ἢ ἐκεῖνο. Β. Τὸ ποῖον δή; Α. Τὸ κατωφρυῶσθαι λίαν, οἴεσθαι δέ τι τῶν ἄλλων εἰδέναι φρονεῖν τε καὶ λέγειν ἀπορρητότερον, ἐπησκῆσθαί τε καὶ λόγων ἁμίλλας καὶ μὴν καὶ δοκησισόφοις ἐντεθράφθαι τέχναις, καὶ ταῖς τῶν ἐννοιῶν πρὸς πᾶν ὁτιοῦν εὐκόλοις περιστροφαῖς κατὰ κράτος ἑλεῖν δύνασθαι τοὺς ἁπλῇ συνέσει διαβιοῦν ἑλομένους, καλαμίνην δὲ ὥσπερ ταῖς ἑαυτῶν ψυχαῖς ὑποστήσαντες ῥάβδον τὴν ἐν κόσμῳ σοφίαν καὶ νενοθευμένων ἐννοιῶν συρφετοὺς συλλέγοντες, τῆς τῶν δογμάτων ὀρθότητος τὸ μὴ χρῆναι διαμαρτεῖν οὐδέν, οἶμαι, καταλογίζονται. Οὐ γὰρ ἐννοοῦσιν ὅτι ξυνωρὶς μὲν ἱερὰ τῶν Ἀαρὼν κατεφλέχθη παίδων, ἐπεί τοι τὸ Θεῷ δοκοῦν ἐβιάζετο καὶ ὀθνεῖον τῷ θυσιαστηρίῳ προσεκόμιζε πῦρ, οὔτε μὴν ἐπαΐειν τάχα που λοιπὸν ἀνέχονται διακεκραγότος τοῦ νόμου· «Καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἀνάθεμα ἔσῃ ὥσπερ καὶ τοῦτο. Προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθεμά ἐστι.» Πῦρ γὰρ ἀληθῶς ἀλλότριον καὶ ἀπᾴδον Θεῷ θερμὸν διανοίας κίνημα, τῆς δαιμονιώδους σοφίας ἐκμεμεστωμένον καὶ οὔ τί που τῶν ἱερῶν Γραμμάτων ἐκκεκαυμένον. Βδέλυγμα δὲ αὖ τὸ εἰς Θεοῦ τύπον πλαστουργούμενον ἄγαλμα. Τοιουτονὶ δὲ κἀκεῖνοι διαπλάττουσι τὸν Υἱόν, τιμῇ μὲν καὶ δόξῃ λαμπρᾷ καὶ θεοπρεπεὶ κατηγλαϊσμένον {καὶ θεοπρεπῶς}, πλὴν οὐκ ἀληθῆ, νόθοις δὲ ὥσπερ ὀνόμασι καὶ θεοπρεπέσι φωναῖς εἰδοποιηθέντα Θεόν. Τὸ γάρτοι φάναι μὲν ὅτι γεγέννηται, καὶ Υἱὸν ὀνομάζειν αὐτόν, μὴ μὴν ἔτι καὶ οἴεσθαι γεγεννῆσθαί τε καὶ Υἱὸν εἶναι κατὰ φύσιν, τί ἂν εἴη λοιπὸν ἢ τοῦτο;

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
