# De sancta trinitate dialogi i-vii 421

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 421. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/421

χωρείτω πάλιν ἐπ' ἀμφοῖν ἀδιάκριτος ἡ μεταβολή, καὶ ἡ τῶν ὀνομάτων ἰδιότης ὁμοίως ἔστω τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καθὰ καὶ τὸ ἄφθαρτος καὶ ἀόρατος καὶ τὰ λοιπά. Α. Ἕτερον μέν τι τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς ἀνενδοιάστως καὶ ὁμολογουμένως· τὴν γὰρ τοῦ πρέποντός τε καὶ ἀληθοῦς τάξιν οὐ παραλύσομεν. Πλὴν ἔν γε τοῖς τοιούτοις ἡ τῶν ὀνομάτων διαφορὰ οὐχ ἑτερότητα τὴν ὡς Θεοῦ καθὸ Θεὸς ὑπεμφήνειεν ἄν, σημαίνει δὲ μόνον ὅτι μὴ τοιῶσδε ἐστί, τουτέστι μὴ γεγεννημένος. Τί δὴ οὖν ἄρα πρὸς τοῦτό φασιν οἱ πάντα φύρδην ἀλλήλοις συναναχέοντες, καίτοι δεινὸν ἔχοντες περὶ ταῦτα τὸν νοῦν, ἐξωφρυωμένοι τε ἄγαν καὶ ἀναφυσῶντες μέγα; Β. Συμβέβηκεν οὖν τῷ Θεῷ καὶ Πατρὶ τὸ ἀγέννητον. Α. Ἥκιστά γε· ἅμα γὰρ νοεῖται Θεός, καὶ σὺν αὐτῷ πάντα τὰ αὐτοῦ, καὶ οὐκ ἂν νοοῖτό τι συμβεβηκὸς ἐπ' αὐτοῦ. Καὶ μὴ θαυμάσῃς, ἐπεί τοι καὶ ἐφ' ἡμῶν αὐτῶν οὕτω ἔχον κομιδῇ τοῖς ἐθέλουσιν ἀταλαίπωρον ἰδεῖν. Καίτοι γὰρ ἐν χρόνῳ τὸ εἶναι λαχόντες, ὁμοῦ τοῖς οὐσιωδῶς ἐνυπάρχουσι καὶ ἀχωρίστως προσπεφυκόσιν ἀπογεννώμεθα. Οὐδὲν οὖν ἄρα νοοῖτ' ἂν εἰκότως ἐπὶ Θεοῦ τὸ συμβεβηκὸς αὐτῷ. Καὶ εἴπερ ἐστὶ τὰ συμβεβηκότα ἢ καὶ φυσικῶς ἐνόντα ταῖς τινων οὐσίαις οὐκ ἐν ὑπάρξει δὴ πάντως αὐτὰ καθ' ἑαυτὰ τῇ ἰδίᾳ καὶ διωρισμένῃ, καθάπερ ἐπ' ἀνθρώπου νοοῦμεν ἢ γοῦν ἐφ' ἑτέρου τῶν ὄντων τινός, ὁρᾶται δὲ μᾶλλον περὶ τὰς τῶν ὄντων οὐσίας, ἤγουν ἐν αὐταῖς, ποῖον ἔχειν ἐν Θεῷ τόπον τὸ ἀγέννητον ὑποτοπητέον; Εἰ γάρ ἐστί τι τὸ ἀγέννητον αὐτὸ καθ' ἑαυτὸ καὶ ἐν ὑπάρξει τῇ ἰδίᾳ κείμενον· ἔστι δὲ τοῦτο, καθάπερ ἐκεῖνοί φασιν, ἴδιον τοῦ Θεοῦ καὶ Πατρός· ἕτερον ἂν εἴη παρὰ τὸν οὗ ἐστιν ἴδιον. Τὸ γάρ τινος ὂν καὶ ὑπάρχον ἰδιοσυστάτως ἕτερόν που πάντως ἐστὶ παρὰ τὸν οὗ ἐστι. Καὶ δεδίπλωται λοιπὸν ἡ ἁπλῆ τοῦ Πατρὸς φύσις, ἐκ πατρὸς ἡμῖν καὶ ἀγεννήτου συντεθειμένη. Προσεκτέον δὲ οὐχὶ ταῖς ἐκείνων δοκησισοφίαις, ἀλλὰ ταῖς τοῦ Σωτῆρος φωναῖς, εὖ μάλα διαγινώσκοντος τήν τε ἑαυτοῦ καὶ τοῦ τεκόντος φύσιν. Ἀγέννητον μὲν γὰρ οὐδαμῶς, Πατέρα δὲ ἡμῖν ὠνόμαζεν αὐτόν. Β. «Ἄμελγε γάλα καὶ ἔσται βούτυρον,» ὁ τοῦ Σολομῶνος ἡμῖν ἐξᾴδει λόγος, καὶ σοφόν, ὥς γέ μοι δοκεῖ, τὸ χρησμῴδημα. Τὸ γάρ τοι κατερεθίζειν ἐπὶ τὸ χρῆναί τι τῶν ἀναγκαίων εἰπεῖν, τὸν ἀπορρήτοις ἐννοίαις μεθύοντα νοῦν καὶ μαθήμασι

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
