# De sancta trinitate dialogi i-vii 422

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 422. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/422

τοῖς θείοις μεμεστωμένον, εἴη ἄν, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ἕτερον οὐδὲν ἢ ἐκεῖνο δρᾶν, τῶν εἰς εὐσέβειαν ἡκόντων οἷά τινος γάλακτος ἐμφορεῖσθαι λόγων οὐ μετρίως ἐρᾶν. Οὐκοῦν, ἢν ἐφίης, ἔσομαι τοιοῦτος, πρόσκλησιν ὥσπερ τινὰ ταῖς εἰς τὸ νοεῖν προθυμίαις τὸ ἀντιφέρεσθαι δοκοῦν ἀεί πως παρεντιθείς. Ἀπόκριναι δὴ οὖν ἐρομένῳ καὶ τόδε· Ἆρ' οὐκ οἶδε, φησίν, ἀγέννητον ὄντα ὁ Υἱὸς τὸν Πατέρα; Α. Ναί, καταρνήσομαι γὰρ οὐδαμῶς, ἀλλ' οὐδ' ἂν ἁλοίην πώποτε τοῖς ἐναργέσι φιλονεικῶν· πλὴν οἶδεν ὄντα ἀγέννητον ὡς ἄφθαρτον καὶ ἀθάνατον καὶ ἀόρατον· ἀλλ' ἐμέμνητο μὲν τῶν τοιούτων οὐδενός, κατωνόμαζε δὲ Πατέρα λέγων· «Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Καὶ αὖ· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» Καὶ μὴν καί· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω.» Τί δέ; Οὐχὶ καὶ τὸν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι θεσμοθετήσας ὅρον, καὶ τῆς ἀμωμήτου πίστεως τὴν ἐν ἀρχαῖς ὑποβάθραν τοῖς ἀνὰ πᾶσαν τὴν ὑφ' ἥλιον κατατιθείς, οὐ παρεὶς ἐκεῖνα καὶ παριππεύσας, τό τε ἄφθαρτόν φημι καὶ τὸ ἀγέννητον καὶ τὰ λοιπά, βαπτίζειν ἐκέλευσεν «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος,» τά, οἶμαι, δι' ὧν μὲν ἥκιστα χρῆν τὴν ἁγίαν ἡμῖν Τριάδα καταδηλοῦν προμηθέστατα παρωθούμενος, ἀπολεξάμενος δὲ καὶ προθεὶς τῶν ἄλλων τὰ τῶν ὀνομάτων εὐκρινεστάτην ἡμῖν καθιστάντα τὴν ἑκάστου τῶν σημαινομένων ἰδίαν ὕπαρξιν; Κοινὰ γάρ, ἵν' οὕτως εἴπω, τῆς ὅλης θεότητος λέγοιτ' ἂν τὰ τῇ οὐσίᾳ τῇ ἀνωτάτῳ προσπεφυκότα, καὶ τὴν θείαν μέν τις εἰ κατονομάσαι φύσιν, ὁλόκληρον ἡμῖν ὡς ἐν ἑνὶ τῷ σημαινομένῳ παρέδειξεν εὐθὺς τὴν ἁγίαν Τριάδα, τὴν ἐν μιᾷ θεότητι νοουμένην, πλὴν οὔπω διεσταλμένως τὸ ἑνὸς πρόσωπον ἰδικῶς. Πατέρα δὲ καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον λέγων, οὐκ ἀφ' ὧν ἐστιν ἀδιακρίτως ἡ πᾶσα τῆς θεότητος φύσις ποιεῖται τὴν δήλωσιν, ἀλλ' ἐξ ὧν τὸ τῆς ἁγίας Τριάδος διαγινώσκεται ταὐτὸν εἰς οὐσίαν ἐν ὑποστάσεσιν ἰδικαῖς, ἑκάστῳ τῶν νοουμένων ἀποκρίνοντος τοῦ λόγου τὸ αὐτῷ προσῆκον ὄνομα, καὶ ἐν ἰδικαῖς τιθέντος ὑποστάσεσι τὰ οὐσιωδῶς ἡνωμένα. Τὴν μὲν γὰρ ἀνωτάτω ῥίζαν ἧς ἐπέκεινα τὸ σύμπαν οὐδὲν ἐννοήσεις τὸν Πατέρα, τὸν δέ γε τῆς ἀνωτάτω ῥίζης ἐκπεφυκότα καὶ γεγεννημένον παραδέξῃ τὸν Υἱόν, οὐκ ἐν ἴσῃ τάξει τοῖς πεποιημένοις τὴν ἐν χρόνῳ λαχόντα γένεσιν, οὔτε

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
