# De sancta trinitate dialogi i-vii 423

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 423. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/423

μὴν ἐν ἐλάττοσιν ἢ ἐν οἷς ὁ Πατὴρ τὸ τῆς ἰδίας φύσεως ἐκφαίνοντα κάλλος, ἀλλ' ἅμα τε καὶ συναΐδιον καὶ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχοντα, δίχα μόνου τοῦ τεκεῖν· προσήκει γὰρ ἂν τοῦτο μόνῳ τῷ Θεῷ καὶ Πατρί. Ἅγιον δὲ Πνεῦμα προσερεῖς τὸ ἐκ Θεοῦ Πατρὸς δι' Υἱοῦ προχεόμενον φυσικῶς καὶ καθάπερ ἐν τύπῳ τῆς ἐκ στομάτων διεκπνοῆς τὴν ἰδίαν ἡμῖν κατασημαῖνον ὕπαρξιν, οὕτω τε σαφῆ καὶ ἀσύγχυτον τὴν τῶν τριῶν ὑποστάσεων ἐν ὑπάρξεσιν ἰδικαῖς ἰδιότητα τηρῶν, μίαν τε καὶ ὁμοούσιον τὴν ἁπάντων βασιλίδα προσκυνήσεις φύσιν. Β. Κάλλιστα ἔφης· οὐ γὰρ ἔσθ' ὅπως ἂν οὐχ ὧδε ἡμῖν ταῦτ' ἔχοι. Φασὶ δ' οὖν ὅμως διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἰδικῶς ὁρίζεσθαι φύσιν, οὕτω τε ἀμογητὶ διαφανεῖσθαι λοιπὸν ἑτεροφυᾶ τὸν Υἱόν, εἴπερ ἐστὶν οὐ ταὐτὸν τῷ ἀγεννήτῳ τὸ γεννητόν. Α. Οὐκοῦν, ὦ βέλτιστοι, φαῖμεν ἂν αὐτοῖς καὶ ἡμεῖς εἰκότως, εἰ τὴν τοῦ Υἱοῦ φύσιν ὁρίζει τὸ γεννητόν, ἑτεροφυᾶ δὲ ταύτῃ τοι καὶ ἀλλότριον εἶναί φασι τῆς οὐσίας τοῦ Πατρός, τὸ ἐντεῦθεν ἤδη τί; Δεινὰ μὲν ἀποπληξίας ἐγκλήματα, παλίμφημοι δὲ τῆς τοῦ Μονογενοῦς οὐσίας καταθρασύνονται δόξαι, κατασείουσαι πρὸς τὸ κάτω τὸν ἀνωτάτω, καίτοι λέγοντα σαφῶς πρὸς ἡμᾶς μὲν ὡς πεποιημένους· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ,» ὑποστάσεως δὲ τῆς ἰδίας πέρι· «Ἐγὼ ἐκ τῶν ἄνω εἰμί.» Ὅπως δὲ ἡμῖν ὁ ἄνω τε καὶ ἄνωθεν κατοιχήσεται πρὸς τὸ κάτω καὶ ἀλλότριον αὐτοῦ, παντί τῳ συνιέναι ῥᾷον ἐκεῖνο διεσκεμμένῳ. Ἆρα γὰρ οὐχ ὥσπερ ἀγέννητον ἅπαν ἀγεννήτῳ παντὶ δοίη τις ἂν κοινὸν ἔχειν λόγον, κατά γε τὸ ἀγεννήτως εἶναί φημι, οὕτως ἂν εἴη, κατά γε τὸν τοῖς διαλογισμοῖς ἑπόμενον λόγον, καὶ παντὶ τῷ γεννητῷ τὸ γεννητὸν ἴσον τε καὶ ὁμοίως ἔχον; Β. Εἶτα πῶς τοῦτο ἀμφίλογον; Ὅμοιος γὰρ δι' ἀμφοῖν καὶ ἀπαραποιήτως ἔχων ὁ συλλογισμός. Α. Ἆρ' οὖν, ὦ Ἑρμεία, δυσκάτοπτον ἔτι τὸ δυσσέβημα ἐρεῖς, ἤγουν οἴει διαλήσειν δύνασθαι τὸν ἀπατεῶνα λόγον τῶν δι' ἐναντίας, κατάπλαστον μὲν ἔχοντα τὸν ὡραϊσμὸν καὶ θεοπρεπέσι λεξειδίοις κατηγλαϊσμένον, ὡς ἂν ἀποφέρειν δύναιτο τῶν ἁπλουστέρων τὸν νοῦν, ἀκαλλεστάτην δὲ σφόδρα τὴν δυσφημίαν ὠδίνοντα; Κατεκομίσθη γὰρ ἡμῖν ὁ Υἱὸς εἰς ποίημα, καὶ ἐν τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν κατελογίσθη λοιπὸν ὁ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Εἰ γὰρ ὅρος ἔσται τοῦ Υἱοῦ κατ' ἐκείνους τὸ γεννητὸς ὄνομα, καὶ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
