# De sancta trinitate dialogi i-vii 426

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 426. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/426

φράζειν αὐτῷ τί μὲν δὴ κύων, τί δὲ καὶ βοῦς, τί ἔφησθα ἄν, ὦ Ἑρμεία; Β. Ἔφην ἂν ὅτι ζῷα. Α. Εἶτα, εἰπέ μοι, τουτὶ καὶ μόνον εἰπών, ἀποχρῶσαν οἰήσει ποιεῖσθαι τὴν δήλωσιν; Β. Οὐ πάνυ· προσθείην γὰρ ἂν εἴπερ οὖν ἑλοίμην τὰ εἰκότα λέγειν καὶ τὰς ἑκατέρῳ πρεπούσας φυσικὰς διαφοράς. Α. Ἀληθέστατά τε καὶ εὖ ἔχει. Οὐκοῦν ἀμφίμαχον μὲν οὐδαμῶς, εἴη δ' ἂν μᾶλλον οὐκ ἀσυμφανές, ὅτι τοῖς τῶν οὐσιῶν ὅροις διὰ γένους μὲν πρότερον, ἔπειτα δὲ διὰ τῆς ἑκάστῳ πρεπούσης εἰδοποιοῦ διαφορᾶς ἰτέον. Β. Οὐχ ἑτέρως ἔχει. Α. Ἄθρει δὴ οὖν, μᾶλλον δὲ ἀποφηνάσθων ἡμῖν οἱ τὸ ἀγέννητον ἀμαθῶς εἰς ὅρου δύναμιν ἀποφέροντες, πότερα γένους εἶναι βούλονται τὴν λέξιν ἢ διαφορᾶς σημαντικήν. Εἰ μὲν οὖν ὡς γένος εἶναί φασι, σημαινέτω μηδὲν τῶν ἄλλων ἐξῃρημένον, ἵνα μὴ ἁλισκοίμεθα τῆς εἰδοποιοῦ διαφορᾶς τὴν δύναμιν τῷ γένει προσάπτοντες, αὐτό τε τῆς ἰδίας ἰσχύος ἐξωθούμενοι. Εἰ δὲ δὴ παρέντες τουτί, διαφορὰν εἶναι λέγοιεν, προσαποδεικνύντων ἡμῖν τίνος ἔσται διαφορά, μὴ προὔπτου κειμένου τῷ λόγῳ τοῦ γένους. Πῶς δ' ἂν καὶ ὅρος ἡμῖν οὐσίας ἀποχρώντως τε ἔχοι, καὶ κατὰ τὸν ἴδιον ὁρῷτο λόγον, ἀπὸ μόνης διαφορᾶς συγκείμενος; Ἆρ' οὐ γέλωτα ὄφλειν ἀναγκαῖον αὐτοὺς εἰ τῇδε ἔχειν ἐνστήσονται; Β. Ὀφλήσουσι γάρ, ἐπεί τοι τοῦτό ἐστιν οὐκ ἀμφίβολον. Α. Εἴπερ οὖν τις βούλοιτο πρὸς τούτοις εἰπεῖν ὅτι καὶ αὐτὸ τῆς ἐσχάτης διαβολῆς ἐκμεμεστωμένον εἰσάπαν ἀσχημονήσει τὸ δόγμα αὐτοῖς, πῶς οὐκ ἀληθέστατα ἐρεῖ; Β. Τί παραδείξας; Εἰπέ. Α. Ὡς γὰρ ἔφην φθάσας, ἀπὸ μόνης διαφορᾶς ὁ ἡστινοσοῦν οὐσίας ὅρος οὐκ ἂν ὑγιῶς γένοιτό ποτε. Προεπινοεῖται γάρ πως ἀεὶ τῆς ἰδίας διαφορᾶς τὸ γένος, ἐξ οὗ καθάπερ ἀπὸ βαλβίδος ἐπιτροχάδην ἰὼν ὁ λόγος καὶ τοῖς καθεξῆς ἐνδιακρίτως ἐμβάλλων, ὀρθὴν καὶ ἀνενδοιάστως ἔχουσαν ποιεῖται τὴν δήλωσιν. Εἰ τοίνυν ὅρου δύναμιν ἀποπληροῦν τὸ ἀγέννητον ἀμαθῶς διατείνονται, διαφορὰ μὲν οὐκ ἔσται· σημαίνει γὰρ ἡμῖν οὐκέτι μὲν ὅτι μὴ γεγέννηται, ἀλλ' οὐδὲ δύναμιν ἔχειν τῇ λέξει τοιαύτην παραχωρήσομεν· παραληφθείη δ' ἂν μᾶλλον τό γε ἧκον ἐπ' αὐτοῖς ὡς γένος ἁπλῶς καὶ ἀδιακρίτως, εἰ καὶ ὅτι μάλιστα λογισμοῦ τοῦ καθήκοντος ἀμοιρήσειεν ἂν καὶ μάλα εἰκότως τὸ γένος ἐθέλειν ὀνομάζειν ἐπὶ Θεῷ, εἴπερ ἐστὶ κατ' αὐτὸν ἢ γοῦν πρὸ αὐτοῦ τῶν ὄντων οὐδέν.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
