# De sancta trinitate dialogi i-vii 427

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 427. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/427

Πλὴν ὑποκείσθω γένος ἐπ' αὐτοῦ τὸ ἀγέννητον, κατά γε τὸ ἐκεῖνοις ἀπεριμερίμνως συνδοκοῦν, γένος δὲ ὅλως ἡμῖν ὑποσημαῖνον οὐδέν, ἵνα μὴ διαφορᾶς ἐπέχοι τόπον τε καὶ δύναμιν. Οὐκ εἰσκομιζούσης οὖν ἔτι τῆς τοῦ ἀγεννήτου φωνῆς τοῦ μὴ γεγεννῆσθαι τὴν δήλωσιν, ποίαν ἂν ἡμῖν ἐπιδείξειε τὴν διαφορὰν Πατρὸς πρὸς Υἱόν, ἢ πῶς ἂν ἔχοι τὸ μεῖον κατά τι γοῦν ὅλως, κἂν εἰ ὑπάρχειν νοοῖτο γεγεννημένος, συνίημι μὲν οὐ σφόδρα ἐγώ· σὺ δὲ δὴ τί φῄς, ὦ Ἑρμεία; Β. Τί ἂν ἔχομαι πρὸς τοῦτο εἰπεῖν; Α. Ἀλλ' ὅτι μὲν δὴ τὸ ἀγέννητον τὴν ὅρου δύναμιν οὐκ ἂν ὑγιῶς ἐπιδέξαιτο καὶ ἐπιστημόνως σαφῶς τε καὶ διαρκέστατα διηλέγξαμεν, καθάπερ ἐγᾦμαι, ἄηθες μὲν ἔχοντες τὸ διὰ τῶν τοιούτων ἰέναι λόγων, χαριζόμενοι δὲ ταῖς ἀνάγκαις τὸ παρὰ βούλησιν καὶ τῶν ἐπιστήμης καὶ τριβῆς ἐπέκεινα χρειωδῶς ἁπτόμενοι. Ἑτέρας δ' οὖν ὅμως ταῖς ἤδη προευρημέναις ἐπισωρεύειν ἐννοίας οὐκ ἀταλαίπωρον μέν, πλήν, ὡς ἂν οἷός τε ὦ, πειράσομαι. Φασὶ τοιγαροῦν οἱ σφόδρα δεινοί τε καὶ ἀκριβεῖς καὶ σχολαῖοι περὶ ταῦτα παντὶ πρέπειν ὅρῳ τὴν καλουμένην ἀντιστροφήν. Β. Καὶ τί δὴ τοῦτό ἐστιν ὡς ἥδιστα ἄν σου διαπυθοίμην. Α. Οὐκοῦν διὰ τῶν αὐτῶν εἶμι δὴ λόγων, καὶ ἀνακυκλήσας ἐρῶ. Ὁριζόμεθα γὰρ ἄνθρωπον μὲν τῷ τοιῷδε λόγῳ, ζῷον λογικὸν θνητόν· ἵππον δὲ αὖ τῷ τοιῷδε, ζῶον χρεμετιστικόν. Ποιησόμεθα δὲ καὶ ἑτέρως τῶν προκειμένων τὴν δήλωσιν, καὶ οὔτι που πάντως ἀπὸ τῶν πρώτων, ἀλλ' ἐκ τῶν τελευταίων φωνῶν, ἀνόπιν ἰόντες ἐπὶ τὰς τῶν ὅρων ἀρχάς. Εἰ γάρ τί ἐστι θνητόν τε καὶ λογικὸν ζῷον, τοῦτον νοήσεις ἄνθρωπον, καὶ αὖ εἴ τι χρεμετιστικὸν ζῷον, τοῦτο τὴν ἵππου παραδείξει φύσιν. Ὅρος οὖν εἴπερ ἐστὶ τὸ ἀγέννητον, τί μὴ δέχεται τὴν ἀντιστροφήν; Μὴ γὰρ κατοκνούντων ὁμολογεῖν ὡς εἴ τί ἐστιν ἀγέννητον, τοῦτο καὶ ὅρος ἐστὶ καὶ οὐσία τοῦ Θεοῦ καὶ Πατρός. Ἀλλ' οὐκ ἀληθὴς ὁ λόγος. Μυρία γὰρ ὅσα ταυτί, καὶ ἀριθμοῦ κρείττονα, καὶ ὀχληρὸν οἶμαι τὰ καθέκαστα λέγειν. Αἰσθάνῃ δὴ οὖν εἰς ὅσην αὐτοῖς διώλισθεν ἀτοπίαν ὁ λόγος; Β. Ναί, δεινήν γε σφόδρα. Α. Ὅρος δὲ αὖ καὶ ἑτέρως οὐκ ἂν εἶναι δύναιτο τὸ ἀγέννητον, εἰ τῇδέ πη πάλιν αὐτὸ διασκεψαίμεθα. Ὁριζόμεθα γὰρ τῶν ὄντων ἕκαστον ἀφ' ὧν εἶναι πεπίστευται καὶ ἔστιν ἀληθῶς, οὐκ ἀφ' ὧν εἶεν μὲν ἂν οὐδαμῶς, στερηθῆναι δὲ ὥσπερ τινῶν συμβέβηκεν. Β. Πῶς λέγεις;

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
