# De sancta trinitate dialogi i-vii 428

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 428. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/428

Α. Τὸ γάρτοι πῦρ ἤτοι τὸ ὕδωρ τυχόν, ὅ τι ποτέ ἐστιν ἑκάτερον ἤτοι ποδαπὸν τὴν φύσιν ἀγορεύειν ἐθέλοντες, πυρὸς μὲν πέρι φαμὲν ὅτι σῶμα θερμόν τε καὶ ξηρόν· θατέρου δὲ αὖ, ὡς ὑγρόν τε εἴη καὶ ψυχρόν. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἀφ' ὧν εἰσιν ὁρίζειν αὐτά. Εἰ δὲ δὴ φαῖμεν, τὴν μὲν τοῦ πυρὸς ἐξηγούμενοι φύσιν, ὅτι μήτε ψυχρὸν μήτε ὑγρόν ἐστι, παρέντες τὸ λέγειν ὅτι θερμόν τε καὶ ξηρόν, περὶ δὲ αὖ ὕδατος ὅτι μήτε θερμὸν μήτε ξηρόν, καίτοι δέον εἰπεῖν ὅτι ψυχρόν τε καὶ ὑγρόν, πόθεν ἄν σοι δοκοῖμεν ποιεῖσθαι τὴν δήλωσιν; Β. Ἀφ' ὧν ἐστέρηνται καὶ οὐκ εἰσὶν ὁμολογουμένως. Α. Οὐκοῦν, εἴ τῳ δοκεῖ περὶ ὁτουοῦν τῶν ὄντων ὧδέ τε φρονεῖν καὶ λέγειν, παραδείξειεν ἂν εὐκρινέστατά τε καὶ ἀπλανῶς τὸ ἐφ' ἑκάστῳ τυχὸν ἀληθές; Β. Οὐδαμῶς. Α. Εἰ δὴ οὖν ἐπὶ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον μόνον ἡμῖν τὸ μὴ γεγεννῆσθαι δηλοῖ, πῶς ἂν καὶ ὅρου δύναμιν ἔχοι, ὡς οὐχὶ τί ἐστιν, ἀλλὰ τί οὐκ ἔστι τοιῶσδε κατασημαῖνον; Β. Ὅτι μὴ γεγέννηται πάντως που φῄς; Α. Οὕτως ἔφην· τουτὶ γὰρ ἡμῖν ἡ τῆς λέξεως ὠδίνει δύναμις. Τί δὲ δὴ καὶ λογιοῦνται πάλιν, εἰ προσθέντες λέγοιμεν ὅτι τῶν οὐσιῶν οἱ ὅροι πρὸς οὐδὲν ἀναγκαίως ἔχουσι τὴν ἀντιδιαστολήν, οὔτε μὴν ἐν τάξει τῶν πρός τι καταδειχθεῖεν ἄν, ὧν εἴπερ τις ὀνομάσαι τὸ ἓν θατέρου δὴ πάντως οἱονεί πως διαμεμνήσεται; Συνεισκρίνεται γὰρ ἀεὶ δι' ἀμφοῖν ἡ ἑκατέρου δήλωσις. Β. Οὐ σφόδρα ἔμοιγε σαφὴς ὁ λόγος. Α. Καὶ μὴν τὸ ἐμποδὼν οὐδὲν συνιέναι γὰρ δὴ πάρα σοὶ σαφῶς. Πατέρα μὲν γὰρ εἴ τις ὀνομάσαι τυχόν, ἐνεβίβασέ πως τῶν ἀκροωμένων τὸν νοῦν εἰς ἐννοίας τὰς περὶ υἱοῦ, ἤτοι ἁπλῶς τε καὶ ἀτέχνως γεννήματος. Ἀληθὲς δ' ἂν εἴη καὶ τὸ ἔμπαλιν· συνεισδραμεῖται γὰρ πάντως τῇ τοῦ γεννήματος σημασίᾳ καὶ τὸ γεννῶν. Ἕξει δὲ ὁμοίως καὶ κατὰ τὸν ἴσον, οἶμαι, τρόπον τὸ δεξιὸν καὶ εὐώνυμον· ἅμα γάρ τι τούτων ὠνόμασται, καὶ συνεισέφυ τὸ ἕτερον. Ὁ δέ γε τῆς ἀνθρώπου, φέρε εἰπεῖν, οὐσίας τὸν ὅρον ἐξενεγκών, ἤτοι τῆς ἑτέρου ὁτουοῦν τῶν ζῴων, οὐδὲν αὐτῷ συμπαρέζευξε τὸ διεσταλμένον, ἤγουν ἀναγκαίως ἀντανιστάμενον, καθάπερ ἀμέλει καὶ ἐπὶ τοῦ δεξιοῦ τὸ εὐώνυμον, ἤγουν τοῦ πατρὸς τὸ υἱός, ἢ τοῦ τεκόντος ἁπλῶς τὸ γεννώμενον. Ἄνθρωπος γὰρ ὁ ἄνθρωπος καὶ λίθος ὁ λίθος, πρὸς οὐδὲν ἔχοντα τὴν διαστολήν, ἀλλ' ὅτι κύριά πως αὐτοῖς, καὶ ἰδικὰ τὰ ὀνόματα. Ἡ δέ γε ἀγέννητος φωνή,

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
