# De sancta trinitate dialogi i-vii 429

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 429. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/429

τοῦ μὴ γεγεννῆσθαί τινα τὴν ἔννοιαν ἔχουσα, συνυπαινίττεταί πως τὸ γεννητόν, οὗ τὴν ποιότητα διεκφεύγουσα αὕτη τοῖς ἰδίοις ἐγκαθορμίζεται. Εἶτα, πῶς ὅρος ἡ ἀγέννητος ἂν εἴη φωνή, οὐχ ὁμοίως ἔχουσα τῷ γεννητῷ, κατά γε τὸ ἐξ ἀμφοῖν δηλούμενον; Β. Τὸ μηδὲν οὖν εἶναι φῂς ἐπὶ Θεοῦ Πατρὸς τὸ ἀγέννητον; Α. Οὐχὶ τὸ μηδέν, πολλοῦ γε καὶ δεῖ. Φαίην δ' ἂν ἔγωγε τετηρῆσθαι μόνῳ καὶ ἀνῆφθαι πρέπειν αὐτῷ, κατά γε τὸν τοῦ μὴ γεγεννῆσθαι λόγον, πλὴν ἥκιστά γε οἰστέον εἰς ὅρου δύναμιν αὐτό. Β. Ἀλλ' εἰς ὅρου μὲν δύναμιν μὴ δὴ τετάχθω, φασίν, τὸ ἀγέννητον ἐπὶ Θεοῦ καὶ Πατρός, οὐσία δὲ ὅμως ἔστω τοῦτο αὐτοῦ· καὶ εἴπερ ἐστὶν ἀντικείμενον τῷ ἀγεννήτῳ τὸ γεννητόν, οὐκ ἂν εἴη κατὰ φύσιν ὁ αὐτὸς τῷ Πατρὶ ὁ Υἱός, τῆς τῶν ὀνομάτων ποιότητος ὁριζούσης ἡμῖν εὖ μάλα τὴν οὐσιώδη διαφοράν. Α. Ὡς δριμὺς ἄγαν ὁ λόγος καὶ ταῖς τῶν ἐννοιῶν ἐξ ἑτέρων εἰς ἕτερα πολυστρόφοις διαδρομαῖς εὐκόλως διαποικίλλεται. Καί μοι δοκοῦσιν οἱ τῶν ἀνοσίων τουτωνὶ δογμάτων ὑπασπισταὶ ὑποστῆναί τι τοιοῦτον ὁποῖόν τί φασι κατειθίσθαι δρᾶν καὶ τοὺς οἷς ἡ τέχνη τὰ εἰς πίνακας καὶ γραφήν, οἳ ἐπειδὰν ἑτερόχρουν ἀποφήνωσί τι τῶν ζῴων, διαμαρτούσης αὐτοῖς τῆς ἐννοίας καὶ μὴν καὶ χειρὸς εἰς τὸ παρὰ φύσιν ἑτεροίαις αὖθις αὐτὸ μεταχρωννύντες βαφαῖς εἰς τὸ ἀμεινόνως ἔχειν δοκοῦν, τότε δὴ μόλις ἐφικέσθαι νομίζουσι τοῦ μὴ διεψεῦσθαι δοκεῖν τοῖς θεωμένοις τὴν γραφὴν καὶ μὴν καὶ εὖ ἔχειν τὰ τῆς ἐμπειρίας αὐτοῖς. Ἀλλ' ἐξ ὧν εὐδοκιμεῖν οἴονται τῶν ἤδη προεπταισμένων λελήθασι σφᾶς αὐτοὺς δεινὴν οἱονεί πως ποιούμενοι τὴν καταβοήν, καὶ ὁ τῆς ἐπανορθώσεως ἔπαινος τῶν ἀτέχνως αὐτοῖς εἰργασμένων ἀποφανεῖ τὸ ἀκαλλές. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; Β. Ἀληθὲς μὲν οὖν. Πλὴν ἀνέντες ἀμνησικάκως τὸ καὶ εἴπερ ἕλοιντο μεταχωρεῖν ἐφ' ἕτερα, πρὸς ἐκεῖνα ἴωμεν, ὡς ἂν μή τις αὐτοῖς τῆς καθ' ἡμῶν ὀφρύος ἐκπορισθείη λόγος διὰ τοῦ καὶ κατοκνῆσαι τὸν ἀγῶνα δοκεῖν. Α. Ἐφῶμεν δὴ οὖν, οἴει γὰρ ὧδε ταῦτ' ἔχειν ὀρθῶς. Καὶ δὴ καὶ ἀγορευόντων ἀμαθῶς οὐσίαν εἶναι Θεοῦ τὸ ἀγέννητον, ἀλλ' εὐθύς, οἶμαι, τις καὶ πρός γε τουτὶ πλατὺ γελάσας ἐρεῖ· Εἰ τὸ ἀγέννητον οὐσία Θεοῦ, μυρία δὲ ὅσα τὰ ἀγεννήτως ὄντα κατὰ τὸν κόσμον, πᾶν εἴ τι ἀγέννητον, τοῦτό ἐστιν οὐσία Θεοῦ, ἤγουν ἕξει τὸ ἀγέννητον εἰς λόγον οὐσίας. Ἔστι τοίνυν ἀγεννήτως μὲν οἷον ἥλιος, πεποίηται δὲ κατὰ τὸν ἴσον σελήνη τρόπον, ἄστρα τε καὶ οὐρανοί·

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
